Lucullus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
Λούκουλλος δὲ πρῶτον εἰς Κύζικον παρελθών ἀπέλαυσεν ἡδονῆς καὶ φιλοφροσύνης
τί κνώσσεις, μεγάθυμε λέον; νεβροὶ δε τοι ἐγγύς.
ἐξαναστὰς δὲ καὶ τοὺς φίλους καλέσας διηγεῖτο τὴν ὄψιν ἔτι νυκτὸς οὔσης. καὶ παρῆσαν ἐξ Ἰλίου τινὲς ἀπαγγέλλοντες ὦφθαι περὶ τὸν Ἀχαιῶν λιμένα τρισκαίδεκα πεντήρεις τῶν βασιλικῶν ἐπὶ Λῆμνον πλεούσας, εὐθὺς οὖν ἀναχθείς τούτους μὲν εἷλε καὶ τὸν στρατηγὸν αὐτῶν Ἰσίδωρον ἀπέκτεινεν, ἐπὶ δὲ τοὺς ἄλλους ἔπλει πρωρέας.
οἱ δὲ ἔτυχον ὁρμοῦντες, καὶ τὰ πλοῖα πάντα πρὸς τὴν γῆν συνέλκοντες ἀπὸ τῶν καταστρωμάτων διεμάχοντο καὶ πληγὰς ἐδίδοσαν τοῖς περὶ τὸν Λούκουλλον, οὔτε περιπλεῦσαι τοῦ χωρίου διδόντος οὔτε βιάσασθαι ναυσὶ μετεώροις τὰς τῶν πολεμίων προσερηρεισμένας τῇ γῇ καὶ βεβηκυίας ἀσφαλῶς.