Comparison of Lysander and Sulla
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
ὅθεν ὁ μὲν πολλάκις τὴν ἀρχὴν ἀποδοὺς τοῖς πολίταις ἀνέλαβε πολλάκις· διέμενε γὰρ ἡ τιμὴ τῆς ἀρετῆς ἔχουσα τὸ πρωτεῖον ὁ δὲ ἅπαξ αἱρεθεὶς στρατεύματος ἡγεμών, ἔτη συνεχῶς δέκα, νῦν μὲν ὕπατον, νῦν δὲ δικτάτορα ποιῶν ἑαυτόν, ἀεὶ δὲ ὢν τύραννος, ἐν τοῖς ὅπλοις ἔμενεν.
ἐπεχείρησε μὲν οὖν ὁ Λύσανδρος, ὡς εἴρηται, μεταστῆσαι τὰ περὶ τὴν πολιτείαν πρᾳότερον καὶ νομιμώτερον ἢ Σύλλας· πειθοῖ γὰρ, οὐ διʼ ὅπλων οὐδὲ πάντα συλλήβδην ἀναιρῶν, ὥσπερ ἐκεῖνος, ἀλλʼ αὐτὴν ἐπανορθούμενος τὴν κατάστασιν τῶν βασιλέων ὃ καὶ φύσει που δίκαιον ἐδόκει, τὸν ἐξ ἀρίστων ἄριστον ἄρχειν ἐν πόλει τῆς Ἑλλάδος ἡγουμένῃ διʼ ἀρετήν, οὐ διʼ εὐγένειαν.
ὥσπερ γὰρ κυνηγὸς οὐ ζητεῖ τὸ ἐκ κυνός, ἀλλὰ κύνα, καὶ ἱππικὸς ἵππον, οὐ τὸ ἐξ ἵππου· τί γὰρ, ἂν ἐξ ἵππου ἡμίονος γένηται;