Sulla
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
λέγει δὲ καί τὸν υἱὸν αὐτοῦ, τεθνηκότα μικρὸν ἔμπροσθεν τῆς Μετέλλης, φανῆναι κατὰ τοὺς ὕπνους ἐν ἐσθῆτι φαύλῃ παρεστῶτα καί δεόμενον τοῦ πατρὸς παύσασθαι τῶν φροντίδων, ἰόντα δὲ σὺν αὐτῷ παρὰ τὴν μητέρα Μετέλλαν ἐν ἡσυχίᾳ καί ἀπραγμόνως ζῆν μετʼ αὐτῆς, οὐ μὴν ἐπαύσατό γε τοῦ πράττειν τὰ δημόσια.
δέκα μὲν γὰρ ἡμέραις ἔμπροσθεν τῆς τελευτῆς τοὺς ἐν Δικαιαρχείᾳ στασιάζοντας διαλλάξας νόμον
ἐκ δὲ τούτου τῆς δυνάμεως ἐπιλιπούσης διαγαγὼν τὴν νύκτα μοχθηρῶς ἀπέθανε, δύο παῖδας ἐκ τῆς Μετέλλης νηπίους καταλιπών. ἡ γὰρ Οὐαλλερία μετὰ τὴν τελευτὴν αὐτοῦ θυγάτριον ἀπεκύησεν, ὃ Πόστουμαν ἐκάλουν τοὺς γὰρ ὕστερον τῆς τῶν πατέρων τελευτῆς γενομένους οὕτω Ῥωμαῖοι προσαγορεύουσιν.
ὥρμησαν μὲν οὖν πολλοὶ καὶ συνέστησαν πρὸς Λέπιδον ὡς εἵρξοντες τὸ σῶμα κηδείας τῆς νενομισμένης· Πομπήϊος δέ, καίπερ ἐγκαλῶν τῷ Σύλλᾳ μόνον γὰρ αὐτὸν ἐν ταῖς διαθήκαις τῶν φίλων παρέλιπε, τοὺς μὲν χάριτι καὶ δεήσει, τοὺς δὲ ἀπειλῇ διακρουσάμενος εἰς Ῥώμην παρέπεμψε τὸ σῶμα, καὶ ταῖς ταφαῖς ἀσφάλειαν ἅμα καὶ τιμὴν παρέσχε.
λέγεται δὲ τοσοῦτο πλῆθος ἀρωμάτων ἐπενεγκεῖν τὰς γυναῖκας αὐτῷ ὥστε ἄνευ τῶν ἐν φορήμασι δέκα καὶ διακοσίοις διακομιζομένων πλασθῆναι μὲν εἴδωλον εὐμέγεθες αὐτοῦ Σύλλα, πλασθῆναι δὲ καὶ ῥαβδοῦχον ἔκ τε λιβανωτοῦ πολυτελοῦς καὶ κινναμώμου. τῆς δὲ ἡμέρας συννεφοῦς ἕωθεν οὔσης, ὕδωρ ἐξ οὐρανοῦ προσδοκῶντες ἐνάτης ἦραν μόλις ὥρας τὸν νεκρόν.