Sulla

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἐκ τούτου περὶ Σίγνιον Μάριος ὀγδοήκοντα καὶ πέντε σπείρας ἔχων προὐκαλεῖτο Σύλλαν. ὁ δὲ καὶ πάνυ πρόθυμος ἦν διαγωνίσασθαι κατʼ ἐκείνην τὴν ἡμέραν ἐτύγχανε γὰρ ὄψιν ἑωρακὼς τοιάνδε κατὰ τοὺς ὕπνους. ἐδόκει τὸν γέροντα Μάριον τεθνηκότα πάλαι τῷ παιδὶ Μαρίῳ παραινεῖν φυλάξασθαι τὴν ἐπιοῦσαν ἡμέραν ὡς μεγάλην αὐτῷ δυστυχίαν φέρουσαν. διὰ τοῦτο μὲν δὴ πρόθυμος ὁ Σύλλας ἦν μάχεσθαι, καὶ μετεπέμπετο

paris.1624.470
τὸν Δολοβέλλαν ἄπωθεν
p.416
στρατοπε δεύοντα.

τῶν δὲ πολεμίων ἐφισταμένων ταῖς ὁδοῖς καὶ ἀποφραττόντων οἱ τοῦ Σύλλα προσμαχόμενοι καὶ ὁδοποιοῦντες ἔκαμνον καὶ πολὺς ὄμβρος ἅμα τοῖς ἔργοις ἐπιγενόμενος μᾶλλον ἐκάκωσεν αὐτούς, ὅθεν οἱ ταξίαρχοι προσιόντες τῷ Σύλλᾳ ἐδέοντο τὴν μάχην ἀναβαλέσθαι, δεικνύντες ἅμα τοὺς στρατιώτας ἐρριμμένους ὑπὸ κόπου καὶ προσαναπαυομένους χαμᾶζε τοῖς θυρεοῖς κεκλιμένοις.

ἐπεὶ δὲ συνεχώρησεν ἄκων καὶ πρόσταγμα καταζεύξεως ἔδωκεν, ἀρχομένων αὐτῶν τὸν χάρακα βάλλειν καὶ τάφρον ὀρύσσειν πρὸ τῆς στρατοπεδείας, ἐπήλαυνε σοβαρῶς ὁ Μάριος προϊππεύων ὡς ἀτάκτους καὶ τεθορυβημένους διασκεδάσων. ἐνταῦθα τῷ Σύλλᾳ τὴν κατὰ τοὺς ὕπνους φωνὴν ὁ δαίμων συνετέλει. ὀργὴ γὰρ αὐτοῦ τοῖς στρατιώταις παρέστη, καὶ παυσάμενοι τῶν ἔργων τοὺς μὲν ὑσσοὺς κατέπηξαν ἐπὶ τῇ τάφρῳ, σπασάμενοι δὲ τὰ ξίφη καὶ συναλαλάξαντες ἐν χερσὶν ἦσαν τῶν πολεμίων.

οἱ δὲ οὐ πολὺν ὑπέστησαν χρόνον, ἀλλὰ γίνεται πολὺς φόνος αὐτῶν τραπέντων. Μάριος δὲ φεύγων εἰς Πραινεστὸν ἤδη τὰς πύλας εὗρε κεκλειμένας· καλωδίου δὲ ἄνωθεν ἀφεθέντος ἐνζώσας ἑαυτὸν ἀνελήφθη πρὸς τὸ τεῖχος, ἔνιοι δέ φασιν, ὧν καὶ Φαινεστέλλας ἐστίν, οὐδὲ αἰσθέσθαι τῆς μάχης τὸν Μάριον, ἀλλʼ ἐξ ἀγρυπνιῶν καὶ κόπων ὑπὸ σκιᾷ τινι χαμαὶ κατακλινέντα τοῦ συνθήματος δοθέντος ἐνδοῦναι πρὸς ὕπνον, εἶτα μόλις ἐξεγείρεσθαι τῆς φυγῆς γενομένης.

ἐν ταύτῃ τῇ μάχῃ Σύλλας φησὶν εἰκοσιτρεῖς μόνους ἀποβαλεῖν, ἀποκτεῖναι δὲ τῶν πολεμίων δισμυρίους καὶ λαβεῖν ζῶντας ὀκτακισχιλίους. καὶ τἆλλα δὲ ὁμοίως

p.418
εὐτυχεῖτο διὰ τῶν στρατηγῶν, Πομπηΐου, Κράσσου, Μετέλλου, Σερουϊλίου. οὐδὲν γὰρ ἢ μικρὰ προσκρούσαντες οὗτοι μεγάλας συνέτριψαν δυνάμεις τῶν πολεμίων, ὥστε τὸν μάλιστα τὴν ἐναντίαν στάσιν συνέχοντα Κάρβωνα νύκτωρ ἀποδράντα τὴν ἑαυτοῦ στρατιὰν εἰς Λιβύην ἐκπλεῦσαι.

τὸν μέντοι τελευταῖον ἀγῶνα καθάπερ ἔφεδρος ἀθλητῇ καταπόνῳ προσενεχθεὶς ὁ Σαυνίτης Τελεσῖνος ἐγγὺς ἦλθε τοῦ σφῆλαι καὶ καταβαλεῖν ἐπὶ θύραις τῆς Ῥώμης. ἔσπευδε μὲν γὰρ ἅμα Λαμπωνίῳ τῷ Λευκανῷ χεῖρα πολλὴν ἀθροίσας ἐπὶ Πραινεστὸν ὡς ἐξαρπασόμενος τῆς πολιορκίας τὸν Μάριον·