Sulla
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
καὶ μετʼ οὐ πολὺν χρόνον ἐν τῷ τόπῳ τούτῳ Μαρίου τοῦ νέου καὶ Νορβανοῦ τοῦ ὑπάτου μεγάλας δυνάμεις ἐπαγαγόντων, ὁ Σύλλας οὔτε τάξιν ἀποδοὺς οὔτε λοχίσας τὸ οἰκεῖον στράτευμα, ῥώμῃ δὲ προθυμίας κοινῆς καὶ φορᾷ τόλμης ἀποχρησάμενος
τοῦτο αἴτιον αὐτῷ γενέσθαι φησὶ τοῦ μὴ διαλυθῆναι τοὺς στρατιώτας κατὰ πόλεις, ἀλλὰ συμμεῖναι καὶ καταφρονῆσαι τῶν ἐναντίων πολλαπλασίων ὄντων, ἐν δὲ Σιλβίῳ φησὶν οἰκέτην Ποντίου θεοφόρητον ἐντυχεῖν αὐτῷ λέγοντα παρὰ τῆς Ἐνυοῦς κράτος πολέμου καὶ νίκην ἀπαγγέλλειν εἰ δὲ μὴ σπεύσειεν, ἐμπεπρήσεσθαι τὸ Καπιτώλιον ὃ καὶ συμβῆναι τῆς ἡμέρας ἐκείνης ἧς ὁ ἄνθρωπος προηγόρευσεν ἦν δὲ αὕτη πρὸ μιᾶς νωνῶν Κυντιλίων, ἃς νῦν Ἰουλίας καλοῦμεν.
ἔτι δὲ Μάρκος Λεύκολλος, εἷς τῶν ὑπὸ Σύλλᾳ στρατηγούντων, περὶ Φιδεντίαν ἑκκαίδεκα σπείραις πρὸς πεντήκοντα τῶν πολεμίων ἀντιταχθεὶς τῇ μὲν προθυμίᾳ τῶν στρατιωτῶν ἐπίστευεν, ἀνόπλους δὲ τοὺς πολλοὺς ἔχων ὤκνει. βουλευομένου δὲ αὐτοῦ καὶ διαμέλλοντος, ἀπὸ τοῦ πλησίον πεδίου λειμῶνα ἔχοντος αὔρα φέρουσα μαλακὴ πολλὰ τῶν ἀνθέων ἐπέβαλε τῇ στρατιᾷ καὶ κατέσπειρεν, αὐτομάτως ἐπιμένοντα καὶ περιπίπτοντα τοῖς θυρεοῖς καὶ τοῖς κράνεσιν αὑτῶν, ὥστε φαίνεσθαι τοῖς πολεμίοις ἐστεφανωμένους.
γενόμενοι δὲ ὑπὸ τούτου προθυμότεροι συνέβαλον καὶ νικήσαντες ὀκτακισχιλίους ἐπὶ μυρίοις ἀπέκτειναν καὶ τὸ στρατόπεδον εἷλον. οὗτος ὁ Λεύκολλος ἀδελφὸς ἦν Λευκόλλου τοῦ Μιθριδάτην ὕστερον καὶ Τιγράνην καταπολεμήσαντος.