Sulla
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
Σύλλᾳ δὲ διατρίβοντι περὶ τὰς Ἀθήνας ἄλγημα ναρκῶδες μετὰ βάρους εἰς τοὺς πόδας ἐνέπεσεν, ὅ φησιν ὁ Στράβων ποδάγρας ψελλισμὸν εἶναι. διαπλεύσας οὖν εἰς Αἴδηψον ἐχρῆτο τοῖς θερμοῖς ὕδασι, ῥᾳθυμῶν ἅμα καὶ συνδιημερεύων τοῖς περὶ τὸν Διόνυσον τεχνίταις. περιπατοῦντος δὲ πρὸς τὴν θάλατταν ἁλιεῖς τινες ἰχθῦς αὐτῷ παγκάλους προσήνεγκαν. ἡσθεὶς δὲ τοῖς δώροις, καὶ πυθόμενος ὡς ἐξ Ἁλῶν[*](Ἁλῶν, Ἁλὰς with Coraës (in notes): Ἁλαιῶν, Ἁλαίας.) εἶεν, ἔτι γὰρ ζῇ τις Ἁλαίων; ἔφη·
ἐτύγχανε γάρ, ὅτε τὴν πρὸς Ὀρχομενῷ μάχην νενικηκὼς ἐδίωκε τοὺς πολεμίους, ἅμα τρεῖς πόλεις τῆς Βοιωτίας, Ἀνθηδόνα, Λάρυμναν, Ἁλὰς[*](Ἁλῶν, Ἁλὰς with Coraës (in notes): Ἁλαιῶν, Ἁλαίας.) ἀνῃρηκώς. τῶν δʼ ἀνθρώπων ὑπὸ δέους ἀφώνων γενομένων, διαμειδιάσας ἐκέλευσεν ἀπιέναι χαίροντας, ὡς οὐ μετὰ φαύλων οὐδὲ ἀξίων ὀλιγωρίας ἥκοντας παραιτητῶν. Ἁλαῖοι μὲν ἐκ τούτου λέγουσι θαρρήσαντες αὖθις εἰς τὴν πόλιν συνελθεῖν.