Sulla
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
οἱ δέ φασι τὴν Κάδμῳ δοθεῖσαν ὑπὸ τοῦ Πυθίου καθηγεμόνα βοῦν ἐκεῖ φανῆναι, καὶ τὸν τόπον ἀπʼ αὐτῆς οὕτω προσαγορευθῆναι θὼρ γὰρ οἱ Φοίνικες τὴν βοῦν καλοῦσι. προσιόντος δὲ τοῦ Σύλλα πρὸς τὴν Χαιρώνειαν ὁ τεταγμένος ἐν τῇ πόλει χιλίαρχος, ἐξωπλισμένους ἄγων τοὺς στρατιώτας, ἀπήντησε στέφανον δάφνης κομίζων.
ὡς δὲ δεξάμενος ἠσπάσατο τοὺς στρατιώτας καὶ παρώρμησε πρὸς τὸν κίνδυνον, ἐντυγχάνουσιν αὐτῷ δύο τῶν Χαιρωνέων ἄνδρες, Ὁμολόϊχος καὶ Ἀναξίδαμος, ὑφιστάμενοι τοὺς τὸ Θούριον κατασχόντας ἐκκόψειν, ὀλίγους στρατιώτας παρʼ ἐκείνου λαβόντες· ἀτραπὸν γὰρ εἶναι τοῖς βαρβάροις ἄδηλον, ἀπὸ τοῦ καλουμένου Πετράχου παρὰ τὸ Μουσεῖον ἐπὶ τὸ Θούριον ὑπὲρ κεφαλῆς ἄγουσαν, ᾗ πορευθέντες οὐ χαλεπῶς ἐπιπεσεῖσθαι καὶ καταλεύσειν ἄνωθεν αὐτοὺς ἢ συνώσειν εἰς τὸ πεδίον.
τοῦ δὲ Γαβινίου τοῖς ἀνδράσι μαρτυρήσαντος ἀνδρείαν καὶ πίστιν, ἐκέλευσεν ἐπιχειρεῖν ὁ Σύλλας· αὐτὸς δὲ συνέταττε τὴν φάλαγγα καὶ διένειμε τοὺς ἱππότας ἐπὶ κέρως ἑκατέρου, τὸ δεξιὸν αὐτὸς ἔχων, τὸ
ἐν δὲ τούτῳ τῶν Χαιρωνέων Ἐρίκιον ἄρχοντα παρὰ τοῦ Σύλλα λαβόντων καί περιελθόντων ἀδήλως τὸ Θούριον, εἶτα ἐπιφανέντων, θόρυβος ἦν πολὺς καί φυγὴ τῶν βαρβάρων καί φόνος ὑπʼ ἀλλήλων ὁ πλεῖστος, οὐ γὰρ ὑπέμειναν, ἀλλὰ κατὰ πρανοῦς φερόμενοι τοῖς τε δόρασι περιέπιπτον αὐτοὶ τοῖς ἑαυτῶν καί κατεκρήμνιζον ὠθοῦντες ἀλλήλους, ἄνωθεν ἐπικειμένων τῶν πολεμίων καί τὰ γυμνὰ παιόντων, ὥστε τρισχιλίους πεσεῖν περὶ τὸ Θούριον.
τῶν δὲ φευγόντων τοὺς μὲν εἰς τάξιν ἤδη καθεστὼς ὁ Μουρήνας ἀπετέμνετο καί διέφθειρεν ὑπαντιάζων, οἱ δὲ ὠσάμενοι πρὸς τὸ φίλιον στρατόπεδον καί τῇ φάλαγγι φύρδην ἐμπεσόντες ἀνέπλησαν δέους καί ταραχῆς τὸ πλεῖστον μέρος, καί διατριβὴν τοῖς στρατηγοῖς ἐνεποίησαν οὐχ ἥκιστα βλάψασαν αὐτούς, ὀξέως γὰρ ὁ Σύλλας ταρασσομένοις ἐπαγαγὼν καί τὸ μέσον διάστημα τῷ τάχει συνελὼν ἀφείλετο τὴν τῶν δρεπανηφόρων ἐνέργειαν.