Lysander

Plutarch

Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

Διονυσίου δὲ τοῦ τυράννου πέμψαντος αὐτοῦ ταῖς θυγατράσι πολυτελῆ χιτώνια τῶν Σικελῶν, οὐκ ἔλαβεν, εἰπὼν φοβεῖσθαι μὴ διὰ ταῦτα μᾶλλον αἰσχραὶ φανῶσιν. ἀλλʼ ὀλίγον ὕστερον πρὸς τὸν αὐτὸν τύραννον ἐκ τῆς αὐτῆς πόλεως ἀποσταλεὶς πρεσβευτής, προσπέμψαντος αὐτῷ δύο στολὰς ἐκείνου καὶ κελεύσαντος ἣν βούλεται τούτων ἑλόμενον τῇ θυγατρὶ κομίζειν, αὐτὴν ἐκείνην ἔφη βέλτιον αἱρήσεσθαι, καὶ λαβὼν ἀμφοτέρας ἀπῆλθεν.

ἐπεὶ δὲ τοῦ Πελοποννησιακοῦ πολέμου μῆκος λαμβάνοντος, καὶ μετὰ τὴν ἐν Σικελία τῶν Ἀθηναίων κακοπραγίαν αὐτίκα μὲν ἐπιδόξων ὄντων ἐκπεσεῖσθαι τῆς θαλάττης, οὐ πολλῷ δὲ ὕστερον ἀπαγορεύσειν παντάπασιν, Ἀλκιβιάδης ἀπὸ τῆς φυγῆς ἐπιστὰς τοῖς πράγμασι μεγάλην μεταβολὴν ἐποίησε καὶ κατέστησε τοὺς ναυτικοὺς ἀγῶνας εἰς ἀντίπαλον αὐτοῖς,