Lysander
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
πρώτῳ μὲν γάρ, ὡς ἱστορεῖ Δοῦρις, Ἑλλήνων ἐκείνῳ βωμοὺς αἱ πόλεις ἀνέστησαν ὡς θεῷ καὶ θυσίας ἔθυσαν, εἰς πρῶτον δὲ παιᾶνες ᾔσθησαν, ὧν ἑνὸς ἀρχὴν ἀπομνημονεύουσι τοιάνδε·
Unknown.
- τὸν Ἑλλάδος ἀγαθέας
- στραταγὸν ἀπʼ εὐρυχόρου
- Σπάρτας ὑμνήσομεν, ὦ, ἰὴ Παιάν.
σάμιοι δὲ τὰ παρʼ αὐτοῖς Ἡραῖα Λυσάνδρεια καλεῖν ἐψηφίσαντο. τῶν δὲ ποιητῶν Χοιρίλον μὲν ἀεὶ περὶ αὑτὸν εἶχεν ὡς κοσμήσοντα τὰς πράξεις διὰ ποιητικῆς, Ἀντιλόχῳ δὲ ποιήσαντι μετρίους τινὰς εἰς αὐτὸν στίχους ἡσθεὶς ἔδωκε πλήσας ἀργυρίου τὸν πῖλον. Ἀντιμάχου δὲ τοῦ Κολοφωνίου καὶ Νικηράτου τινὸς Ἡρακλεώτου ποιήμασι Λυσάνδρεια διαγωνισαμένων ἐπʼ αὐτοῦ τὸν Νικήρατον ἐστεφάνωσεν, ὁ δὲ Ἀντίμαχος ἀχθεσθεὶς ἠφάνισε τὸ ποίημα.
Πλάτων δὲ νέος ὢν τότε, καὶ θαυμάζων τὸν Ἀντίμαχον ἐπὶ τῇ ποιητικῇ, βαρέως φέροντα τὴν ἧτταν ἀνελάμβανε καὶ παρεμυθεῖτο, τοῖς ἀγνοοῦσι κακὸν εἶναι φάμενος τὴν ἄγνοιαν, ὥσπερ τὴν τυφλότητα τοῖς μὴ βλέπουσιν. ἐπεὶ μέντοι ὁ κιθαρῳδὸς Ἀριστόνους ἑξάκις Πύθια νενικηκὼς ἐπηγγέλλετο τῷ Λυσάνδρῳ φιλοφρονούμενος, ἂν νικήσῃ πάλιν, Λυσάνδρου κηρύξειν ἑαυτόν, ἦ δοῦλον; εἶπεν.
ἀλλʼ ἡ μὲν φιλοτιμία τοῦ Λυσάνδρου τοῖς πρώτοις καὶ ἰσοτίμοις ἦν ἐπαχθὴς μόνον. ὑπεροψίας δὲ πολλῆς ἅμα τῇ φιλοτιμίᾳ διὰ τοὺς θεραπεύοντας ἐγγενομένης τῷ ἤθει καὶ βαρύτητος, οὔτε τιμῆς οὔτε τιμωρίας μέτρον ἦν παρʼ αὐτῷ δημοτικόν, ἀλλὰ φιλίας μὲν ἆθλα καὶ ξενίας ἀνυπεύθυνοι δυναστεῖαι πόλεων καὶ τυραννίδες ἀνεξέταστοι, θυμοῦ δὲ μία πλήρωσις ἀπολέσθαι τὸν ἀπεχθόμενον· οὐδὲ γὰρ φυγεῖν ἐξῆν.
ἀλλὰ καὶ Μιλησίων ὕστερον τοὺς τοῦ δήμου προϊσταμένους δεδιὼς μὴ φύγωσι, καὶ προαγαγεῖν τοὺς κεκρυμμένους βουλόμενος, ὤμοσε μὴ ἀδικήσειν· πιστεύσαντας δὲ καὶ προελθόντας ἀποσφάξαι τοῖς ὀλιγαρχικοῖς παρέδωκεν, οὐκ ἐλάττονας ὀκτακοσίων συναμφοτέρους ὄντας.