Pyrrhus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.

τῷ δὲ Πύρρῳ προείρητο μὲν ἐκ τῶν ἱερῶν ἀλόβων γενομένων ὑπὸ τοῦ μάντεως ἀποβολή τινος τῶν ἀναγκαίων, παρὰ δὲ τὸν καιρὸν τότε τῷ θορύβῳ καὶ τῷ κινήματι τὸν λογισμὸν ἐκκρουσθεὶς ἐκέλευσε τὸν υἱὸν Πτολεμαῖον λαβόντα τοὺς ἑταίρους παραβοηθεῖν, αὐτὸς δὲ θᾶττον ἐκ τῶν στενῶν ἐφελκόμενος τὴν στρατιὰν ὑπῆγεν.

ὀξείας δὲ περὶ

p.448
τὸν Πτολεμαῖον μάχης γενομένης, καὶ τῶν ἐπιλέκτων Λακεδαιμονίων, ὧν Εὔαλκος ἡγεῖτο, τοῖς μαχομένοις πρὸ αὐτοῦ συμπλεκομένων, ἀνὴρ πλήκτης καὶ δραμεῖν ὀξύς, Ὄρυσσος ὄνομα, Κρὴς Ἀπτεραῖος· ἐκ πλαγίου παραδραμὼν ἀγωνιζόμενον ἐκθύμως τὸν νεανίσκον ἐπάταξε καὶ κατέβαλε.

πεσόντος δὲ ἐκείνου καὶ τροπῆς γενομένης τῶν περὶ αὐτόν, οἱ Λακεδαιμόνιοι διώκοντες καὶ κρατοῦντες ἔλαθον εἰς τὸ πεδίον συνεμβαλόντες καὶ ἀποληφθέντες ὑπὸ τῶν ὁπλιτῶν, ἐφʼ οὓς ὁ Πύρρος ἄρτι τὸν θάνατον τοῦ παιδὸς ἀκηκοὼς καὶ περιπαθῶν ἐπέστρεψε τοὺς ἱππεῖς τῶν Μολοσσῶν, καὶ πρῶτος εἰσελάσας ἐνεπίμπλατο φόνου τῶν Λακεδαιμονίων, ἀεὶ μέν τις ἄμαχος καὶ δεινὸς ἐν τοῖς ὅπλοις φαινόμενος, τότε δὲ ὑπερβάλλων τόλμῃ καὶ βίᾳ τοὺς προτέρους ἀγῶνας.

ἐπεὶ δὲ ἐπέβαλε τῷ Εὐάλκῳ τὸν ἵππον, ὁ μὲν ἐκ πλαγίου παραστὰς μικρὸν ἐδέησε τῷ ξίφει τὴν ἐπὶ τῆς ἡνίας χεῖρα διακόψαι τοῦ Πύρρου, τὴν δὲ ἡνίαν πατάξας ἀπέκοψεν. ὁ δὲ Πύρρος ἅμα τῇ πληγῇ τοῦ δόρατος διελάσας ἐκεῖνον ἀπερρύη τοῦ ἵππου, καὶ πεζὸς ἤδη πάντας ἐπὶ τῷ Εὐάλκῳ μαχομένους ἀπέκτεινε τοὺς λογάδας. καὶ μέγα τοῦτο τῇ Σπάρτῃ παρανάλωμα τοῦ πολέμου πέρας ἔχοντος ἐποίησεν ἡ φιλοτιμία τῶν ἀρχόντων.