Pyrrhus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
οὕτω δὲ τῶν κατʼ οἶκον ἀνιαρῶν τοῖς πολιτικοῖς προσγενομένων ὑπʼ ὀργῆς καὶ βαρυθυμίας ἐπῆγε τῇ Σπάρτῃ τὸν Πύρρον, ἔχοντα δισμυρίους καὶ πεντακισχιλίους πεζούς, δισχιλίους δ’ ἱππεῖς, ἐλέφαντας δὲ εἰκοσιτέσσαρας, ὥστε τῷ μεγέθει τῆς παρασκευῆς εὐθὺς εἶναι κατάδηλον οὐ Κλεωνύμῳ τὴν Σπάρτην, ἀλλὰ τὴν Πελοπόννησον ἑαυτῷ κτώμενον, ἐπεὶ τῷ γε λόγῳ καὶ πρὸς αὐτοὺς ἔξαρνος ἦν τοὺς Λακεδαιμονίους πρεσβεύσαντας εἷς Μεγάλην πόλιν.
ἔφη γάρ ἐλευθερώσων τὰς ὑπʼ Ἀντιγόνῳ πόλεις ἀφῖχθαι, καὶ νὴ Δία
ἐγκαλούντων δὲ τῶν πρέσβεων, ὅτι μὴ καταγγείλας πόλεμον ἐξενήνοχε πρὸς αὐτούς, ἀλλʼ οὐδʼ ὑμᾶς, ἔφη· τοὺς Σπαρτιάτας ἴσμεν ὅ τι ἂν μέλλητε ποιεῖν ἑτέροις προλέγοντας εἷς δὲ τῶν παρόντων, ὄνομα Μανδροκλείδας, εἶπε τῇ φωνῇ λακωνίζων αἰ μὲν ἐσσὶ τύ γε θεός, οὐδὲν μὴ πάθωμεν οὐ γὰρ ἀδικεῦμεν αἰ δ’ ἄνθρωπος, ἔσσεται καὶ τεῦ κάρρων ἄλλος.
ἐκ τούτου κατέβαινεν ἐπὶ τὴν Λακεδαίμονα· καὶ τοῦ Κλεωνύμου κελεύοντος ἕξ ἐφόδου προσβαλεῖν φοβηθεὶς ὁ Πύρρος, ὡς λέγεται, μὴ διαρπάσωσιν οἱ στρατιῶται τὴν πόλιν ἐν νυκτὶ προσπεσόντες, ἐπέσχεν, εἰπὼν ὅτι ταὐτὸ ποιήσουσι μεθʼ ἡμέραν. αὐτοί τε γάρ ἦσαν ὀλίγοι καὶ ἀπαράσκευοι διὰ τὸ αἰφνίδιον, ὅ τε Ἄρευς οὐκ ἐτύγχανε παρών, ἀλλʼ ἐν Κρήτῃ Γορτυνίοις πολεμουμένοις βοηθῶν· καὶ τοῦτο δὴ μάλιστα τὴν πόλιν ἔσωσε διʼ ἐρημίαν καὶ ἀσθένειαν καταφρονηθεῖσαν.
ὁ μὲν γάρ Πύρρος οὐδένα μαχεῖσθαι νομίζων κατηυλίσατο, τοῦ δὲ Κλεωνύμου τὴν οἰκίαν οἵ τε φίλοι καὶ εἵλωτες οὕτως ἐκόσμησαν
ἔπειτα τῷ στρατοπέδῳ τῶν πολεμίων παράλληλον ἔγνωσαν ἐμβαλόντες τάφρον ἔνθεν καὶ ἔνθεν αὐτῆς στῆσαι τὰς ἁμάξας, μέχρι τοῦ μέσου τῶν τροχῶν καταχώσαντες, ὅπως ἕδραν ἔχουσαι δυσεκβίαστον ἐμποδὼν ὦσι τοῖς θηρίοις. ἀρχομένοις δὲ ταῦτα πράττειν ἧκον αὐτοῖς τῶν παρθένων καὶ γυναικῶν αἱ μὲν ἐν ἱματίοις, καταζωσάμεναι τοὺς χιτωνίσκους, αἱ δὲ μονοχίτωνες, συνεργασόμεναι τοῖς πρεσβυτέροις.