Marcus Cato

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

τὸν δὲ πεπρακότα Τοὺς πατρῴους ἀγροὺς παραλίους ὄντας ἐπιδεικνύμενος προσεποιεῖτο θαυμάζειν ὡς ἰσχυρότερον τῆς θαλάττης· ἃ γὰρ ἐκείνη μόλις ἔκλυζεν, οὗτος, ἔφη, ῥᾳδίως καταπέπωκεν. ἐπεὶ δὲ Εὐμένους τοῦ βασιλέως ἐπιδημήσαντος εἰς Ῥώμην ἥ τε σύγκλητος ὑπερφυῶς ἀπεδέξατο καὶ τῶν πρώτων ἅμιλλα καὶ σπουδὴ Περὶ αὐτὸν ἐγίνετο, δῆλος ἦν ὁ Κάτων ὑφορώμενος καὶ φυλαττόμενος αὐτόν.

εἰπόντος δέ τινος ἀλλὰ μὴν χρηστός ἐστι καὶ φιλορρώμαιος, ἔστω, εἶπεν, ἀλλὰ φύσει τοῦτο τὸ ζῷον ὁ βασιλεὺς σαρκοφάγον ἐστιν. οὐδένα δὲ τῶν εὐδαιμονιζομένων ἔφη βασιλέων[*](ἔφη βασιλέων Hercher and Blass with FaS: βασιλέων.) ἄξιον εἶναι παραβάλλειν πρὸς Ἐπαμεινώνδαν ἢ Περικλέα ἢ Θεμιστοκλέα ἢ Μάνιον Κούριον ἢ Ἀμίλκαν τὸν ἐπικληθέντα

p.326
Βάρκαν.

αὑτῷ δʼ ἔλεγε Τοὺς ἐχθροὺς φθονεῖν, ὅτι καθʼ ἡμέραν ἐκ νυκτὸς[*](ἐκ νυκτὸς Hercher and Blass with FaSD: νυκτὸς.) ἀνίσταται καὶ τῶν ἰδίων ἀμελῶν τοῖς δημοσίοις σχολάζει, βούλεσθαι δʼ ἔλεγε μᾶλλον εὖ πράξας ἀποστερηθῆναι χάριν ἢ κακῶς μὴ τυχεῖν κολάσεως, καὶ συγγνώμην ἔφη διδόναι πᾶσι τοῖς ἁμαρτάνουσι πλὴν αὑτοῦ.

τῶν δὲ Ῥωμαίων εἰς Βιθυνίαν τρεῖς ἑλομένων

paris.1624.341
πρέσβεις, ὧν ὁ μὲν ποδαγρικὸς ἦν, ὁ δὲ τὴν κεφαλὴν ἐξ ἀνατρήσεως καὶ περικοπῆς κοίλην εἶχεν, ὁ δὲ τρίτος ἐδόκει μωρὸς εἶναι, καταγελῶν ὁ Κάτων εἶπε πρεσβείαν ὑπὸ Ῥωμαίων ἀποστέλλεσθαι μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν.

ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκηπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν δʼ ἐνισταμένων, ἀναστὰς ὁ Κάτων ὥσπερ οὐκ ἔχοντες, εἶπεν, ὃ πράττωμεν καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρʼ ἡμῖν ἢ τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκομισθῶσι.