Marcellus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
ὁ δὲ Μάρκελλος ἀποδειχθεὶς ὕπατος τὸ τρίτον εἰς Σικελίαν ἔπλευσεν. αἱ γὰρ Ἀννίβου περὶ τὸν πόλεμον εὐπραξίαι Καρχηδονίους ἐπῆραν αὖθις ἀντιλαμβάνεσθαι τῆς νήσου, μάλιστα τεταραγμένων τῶν περὶ τὰς Συρακούσας μετὰ τὴν Ἱερωνύμου τοῦ τυράννου τελευτήν. διὸ καὶ Ῥωμαίων ἦν ἐκεῖ προαπεσταλμένη δύναμις καὶ στρατηγὸς Ἄππιος.
ταύτην παραλαμβάνοντι τῷ Μαρκέλλῳ προσπίπτουσι Ῥωμαῖοι πολλοί συμφορᾷ κεχρημένοι τοιαύτῃ, τῶν περὶ Κάννας παραταξαμένων πρὸς Ἀννίβαν οἱ μὲν ἔφυγον, οἱ δὲ ζῶντες ἥλωσαν, τοσοῦτον πλῆθος ὡς δοκεῖν Ῥωμαίοις ὑπολελεῖφθαι μηδὲ τοὺς τὰ τείχη διαφυλάξοντας.
τοῖς δὲ ἄρα τοσοῦτο τοῦ φρονήματος καὶ μεγαλοψυχίας περιῆν ὥστε τοὺς μὲν αἰχμαλώτους ἐπὶ μικροῖς λύτροις ἀποδιδόντος Ἀννίβου μὴ λαβεῖν, ἀλλʼ ἀποψηφίσασθαι καὶ περιϊδεῖν τοὺς μὲν ἀναιρεθέντας, τοὺς δὲ πραθέντας ἔξω τῆς Ἰταλίας, τῶν δὲ φυγῇ περιγενομένων τὸ πλῆθος εἰς Σικελίαν ἀποστεῖλαι, διακελευσαμένους Ἰταλίας μὴ ἐπιβαίνειν ἕως πολεμοῦσι πρὸς Ἀννίβαν.
οὗτοι δὴ τῷ Μαρκέλλῳ παραγενομένῳ προσπεσόντες ἀθρόοι, καὶ χαμαὶ καταβαλόντες αὑτούς, ᾔτουν τάξιν ἐπιτίμου στρατείας μετὰ πολλῆς βοῆς καὶ δακρύων, ἐπαγγελλόμενοι δείξειν διʼ ἔργων ἀτυχίᾳ τινὶ μᾶλλον ἢ διʼ ἀναν-
λόγων δὲ πολλῶν γενομένων ἐποιήσατο γνώμην ἡ βουλή μηδὲν εἰς δημόσια πράγματα δεῖσθαι Ῥωμαίους ἀνθρώπων ἀνάνδρων εἰ δὲ βούλεται χρῆσθαι Μάρκελλος αὐτοῖς ἴσως, μηδενὸς τῶν ἐπʼ ἀνδρείᾳ νομιζομένων στεφάνων καὶ γερῶν τυχεῖν ὑπάρχοντος, τοῦτο τὸ δόγμα Μάρκελλον ἠνίασε, καὶ μετὰ τὸν ἐν Σικελίᾳ πόλεμον ἐπανελθών ἐμέμψατο τὴν βουλήν, ὡς ἀντὶ πολλῶν καὶ μεγάλων οὐ παρασχοῦσαν αὐτῷ τοσούτων δυστυχίαν ἐπανορθώσασθαι πολιτῶν.
τότε δʼ ἐν Σικελίᾳ πρῶτον μὲν ἀδικηθεὶς ὑπὸ Ἱπποκράτους στρατηγοῦ στρατηγοῦ, ὃς Καρχηδονίοις χαριζόμενος καὶ τυραννίδα κτώμενος αὑτῷ πολλοὺς διέφθειρε Ῥωμαίων πρὸς Λεοντίνοις, εἷλε[*](εἷλε with Reiske and Coraës: καὶ εἷλε, the lacuna to be filled from Livy xxiv. 30, 1.) τὴν τῶν Λεοντίνων πόλιν κατὰ κράτος, καὶ Λεοντίνους μὲν οὐκ ἠδίκησε, τῶν δὲ αὐτομόλων ὅσους ἔλαβε μαστιγώσας ἀπέκτεινε.
τοῦ δʼ Ἱπποκράτους πρῶτον μὲν λόγον εἰς τὰς Συρακούσας προπέμψαντος ὡς Λεοντίνους ἡβηδὸν ἀποσφάττει Μάρκελλος, ἔπειτα δὲ τεταραγμένοις ἐπιπεσόντος καὶ τὴν πόλιν καταλαβόντος, ἄρας Μάρκελλος τῷ στρατῷ παντὶ πρὸς τὰς Συρακούσας ἐχώρει. καὶ καταστρατοπεδεύσας πλησίον εἰσέπεμψε μὲν πρέσβεις περὶ τῶν ἐν Λεοντίνοις διδάξοντας, ὡς δὲ οὐδὲν ἦν ὄφελος μὴ πειθομένων Συρακουσίων (ἐκράτουν γὰρ οἱ περὶ τὸν Ἱπποκράτην),