Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τὰ δὲ περὶ τοὺς τυράννους οὕτως εἶχε. Φιλλίδας ὁ γραμματεὺς συνέπραττε μὲν, ὥσπερ εἴρηται, πάντα καὶ συνῄδει τοῖς φυγάσιν, εἰς δὲ τήν ἡμέραν ἐκείνην ἐκ παλαιοῦ κατηγγελκὼς τοῖς περὶ τὸν Ἀρχίαν πότον τινὰ καὶ συνουσίαν καὶ γύναια τῶν ὑπάνδρων, ἔπραττεν ὅτι μάλιστα ταῖς ἡδοναῖς ἐκλελυμένους καὶ κατοίνους μεταχειρίσασθαι παρέξειν τοῖς ἐπιτιθεμένοις.

οὔπω δὲ πάνυ πόρρω μέθης οὖσιν αὐτοῖς προσέπεσέ τις οὐ ψευδὴς μέν, ἀβέβαιος δὲ καὶ πολλὴν ἀσάφειαν ἔχουσα περὶ τῶν φυγάδων μήνυσις ὡς ἐν τῇ πόλει κρυπτομένων, τοῦ δὲ Φιλλίδου παραφέροντος τὸν λόγον, ὅμως Ἀρχίας ἔπεμψέ τινα τῶν ὑπηρετῶν πρὸς τὸν Χάρωνα, προστάσσων εὐθὺς ἥκειν αὐτόν, ἦν δὲ ἑσπέρα, καὶ συνέταττον ἔνδον αὑτοὺς οἱ περὶ τὸν Πελοπίδαν, ἤδη τεθωρακισμένοι καὶ τὰς μαχαίρας ἀνειληφότες.

ἐξαίφνης δὲ κοπτομένης τῆς θύρας προσδραμών τις, καὶ πυθόμενος τοῦ ὑπηρέτου Χάρωνα μετιέναι παρὰ τῶν πολεμάρχων φάσκοντος, ἀπήγγειλεν εἴσω τεθορυβημένος, καὶ πᾶσιν εὐθὺς παρέστη τήν τε πρᾶξιν ἐκμεμηνῦσθαι καὶ σφᾶς ἅπαντας ἀπολωλέναι, μηδὲ δράσαντάς τι τῆς ἀρετῆς ἄξιον, οὐ μὴν ἀλλʼ ἔδοξεν ὑπακοῦσαι τὸν Χάρωνα καὶ παρασχεῖν ἑαυτὸν δεῖν ἀνυπόπτως τοῖς ἄρχουσιν, ἄλλως μέν ἀνδρώδη καὶ βαρὺν ὄντα τῷ θαρρεῖν παρὰ τὰ δεινά,