Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

ἀλλʼ ἡ δόξα τῶν ἀνδρῶν ἄνευ δόγματος κοινοῦ καὶ ψηφίσματος ἐποίει τοὺς συμμάχους ἕπεσθαι σιωπῇ πάντας ἡγουμένοις ἐκείνοις. ὁ γὰρ πρῶτος, ὡς ἔοικε, καὶ κυριώτατος νόμος τῷ σῴζεσθαι δεομένῳ τὸν σῴζειν δυνάμενον ἄρχοντα κατὰ φύσιν ἀποδίδωσι· κἂν ὥσπερ οἱ πλέοντες εὐδίας οὔσης ἢ παρʼ ἀκτὴν ὁρμοῦντες ἀσελγῶς προσενεχθῶσι τοῖς κυβερνήταις καὶ θρασέως, ἅμα τῷ χειμῶνα καὶ κίνδυνον καταλαμβάνειν πρὸς ἐκείνους ἀποβλέπουσι καὶ τὰς ἐλπίδας ἐν ἐκείνοις ἔχουσι.

καὶ γὰρ Ἀργεῖοι καὶ Ἠλεῖοι καὶ Ἀρκάδες ἐν τοῖς συνεδρίοις ἐρίζοντες καὶ διαφερόμενοι πρὸς τοὺς Θηβαίους ὑπὲρ ἡγεμονίας, ἐπʼ αὐτῶν τῶν ἀγώνων καὶ παρὰ τὰ δεινὰ τοῖς ἐκείνων αὐθαιρέτως πειθόμενοι στρατηγοῖς ἠκολούθουν.

ἐν ἐκείνῃ τῇ στρατείᾳ πᾶσαν μὲν Ἀρκαδίαν εἰς μίαν δύναμιν συνέστησαν, τὴν δὲ Μεσσηνίαν χώραν νεμομένων Σπαρτιατῶν ἀποτεμόμενοι τοὺς παλαιοὺς Μεσσηνίους ἐκάλουν καὶ κατῆγον Ἰθώμην συνοικίσαντες, ἀπιόντες δὲ ἐπʼ οἴκου διὰ Κεγχρεῶν Ἀθηναίους ἐνίκων ἐπιχειροῦντας ἁψιμαχεῖν περὶ τὰ στενὰ καὶ κωλύειν τὴν πορείαν.

ἐπὶ δὲ τούτοις οἱ μὲν ἄλλοι πάντες ὑπερηγάπων τὴν ἀρετὴν καὶ τὴν τύχην ἐθαύμαζον, ὁ δὲ συγγενὴς καὶ πολιτικὸς φθόνος ἅμα τῇ δόξῃ τῶν ἀνδρῶν συναυξόμενος οὐ καλὰς οὐδὲ πρεπούσας ὑποδοχὰς παρεσκεύαζεν αὐτοῖς. θανάτου γὰρ ἀμφότεροι δίκας ἔφυγον ἐπανελθόντες, ὅτι τοῦ νόμου κελεύοντος ἐν τῷ πρώτῳ μηνὶ παραδοῦναι τὴν βοιωταρχίαν ἑτέροις, ὃν Βουκάτιον ὀνομάζουσι, τέτταρας ὅλους

p.400
προσεπεβάλοντο μῆνας, ἐν οἷς τὰ περὶ Μεσσήνην καὶ Ἀρκαδίαν καὶ τὴν Λακωνικὴν διῴκησαν.

εἰσήχθη μὲν οὖν πρότερος εἰς τὸ δικαστήριον Πελοπίδας, διὸ καὶ μᾶλλον ἐκινδύνευσεν, ἀμφότεροι δὲ ἀπελύθησαν. τὸ δὲ συκοφάντημα καὶ τὴν πεῖραν Ἐπαμεινώνδας ἤνεγκε πρᾴως, μέγα μέρος ἀνδρείας καὶ μεγαλοψυχίας τὴν ἐν τοῖς πολιτικοῖς ἀνεξικακίαν ποιούμενος, Πελοπίδας δὲ καὶ φύσει θυμοειδέστερος ὤν, καὶ παροξυνόμενος ὑπὸ τῶν φίλων ἀμύνασθαι τοὺς ἐχθρούς, ἐπελάβετο τοιαύτης αἰτίας.