Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

γενομένης δὲ χαλεπῆς οὕτω καὶ παρανόμου πράξεως, ὁ μὲν πατήρ, ὡς οὐκ ἔτυχεν ἐν Λακεδαίμονι δίκης, ἀρὰς κατὰ τῶν Σπαρτιατῶν ἀρασάμενος ἔσφαξεν ἑαυτὸν ἐπὶ τοῖς τάφοις τῶν παρθένων, χρησμοὶ δὲ καὶ λόγια τοῖς Σπαρτιάταις ἀεὶ προὔφαινον εὐλαβεῖσθαι καὶ φυλάττεσθαι τὸ Λευκτρικὸν μήνιμα, μὴ πάνυ τῶν πολλῶν συνιέντων, ἀλλʼ ἀμφιγνοούντων τὸν τόπον, ἐπεὶ καὶ τῆς Λακωνικῆς πολίχνιον πρὸς τῇ θαλάσσῃ Λεῦκτρον ὀνομάζεται, καὶ πρὸς Μεγάλῃ πόλει τῆς Ἀρκαδίας τόπος ἐστὶν ὁμώνυμος, τὸ μὲν οὖν πάθος τοῦτο πολὺ τῶν Λευκτρικῶν ἦν παλαιότερον.

ὁ δὲ Πελοπίδας ἐν τῷ στρατοπέδῳ κατακοιμηθεὶς ἔδοξε τάς τε παῖδας ὁρᾶν περὶ τὰ μνήματα θρηνούσας καὶ καταρωμένας τοῖς Σπαρτιάταις, τόν τε Σκέδασον κελεύοντα ταῖς κόραις σφαγιάσαι παρθένον ξανθήν, εἰ βούλοιτο τῶν πολεμίων ἐπικρατῆσαι. δεινοῦ δὲ καὶ παρανόμου τοῦ προστάγματος αὐτῷ φανέντος ἐξαναστὰς

paris.1624.289
ἐκοινοῦτο τοῖς τε μάντεσι καὶ τοῖς ἄρχουσιν.

ὧν οἱ μὲν οὐκ εἴων παραμελεῖν οἱ δʼ· ἀπειθεῖν, τῶν μὲν παλαιῶν προφέροντες Μενοικέα τόν Κρέοντος καὶ Μακαρίαν τὴν Ἡρακλέους, τῶν δʼ ὕστερον Φερεκύδην τε τόν σοφὸν ὑπὸ Λακεδαιμονίων ἀναιρεθέντα καὶ τὴν δορὰν αὐτοῦ

p.392
κατά τι λόγιον ὑπὸ τῶν βασιλέων φρουρουμένην, Λεωνίδαν τε τῷ χρησμῷ τρόπον τινὰ προθυσάμενον ἑαυτὸν ὑπὲρ τῆς Ἑλλάδος,

ἔτι δὲ τοὺς ὑπὸ Θεμιστοκλέους σφαγιασθέντας Ὠμηστῇ Διονύσῳ πρὸ τῆς ἐν Σαλαμῖνι ναυμαχίας· ἐκείνοις γὰρ ἐπιμαρτυρῆσαι τὰ κατορθώματα· τοῦτο δέ, ὡς Ἀγησίλαον ἀπὸ τῶν αὐτῶν Ἀγαμέμνονι τόπων ἐπὶ τοὺς αὐτοὺς στρατευόμενον πολεμίους ᾔτησε μὲν ἡ θεὸς τὴν θυγατέρα σφάγιον καὶ ταύτην εἶδε τὴν ὄψιν ἐν Αὐλίδι κοιμώμενος, ὁ δʼ οὐκ ἔδωκεν, ἀλλʼ ἀπομαλθακωθεὶς κατέλυσε τὴν στρατείαν ἄδοξον καὶ ἀτελῆ γενομένην.

οἱ δὲ τοὐναντίον ἀπηγόρευον, ὡς οὐδενὶ τῶν κρειττόνων καὶ ὑπὲρ ἡμᾶς ἀρεστὴν οὖσαν οὕτω βάρβαρον καὶ παράνομον θυσίαν· οὐ γὰρ τοὺς Τυφῶνας ἐκείνους οὐδὲ τοὺς Γίγαντας ἄρχειν, ἀλλὰ τόν πάντων πατέρα θεῶν καὶ ἀνθρώπων· δαίμονας δὲ χαίροντας ἀνθρώπων αἵματι καὶ φόνῳ πιστεύειν μὲν ἴσως ἐστὶν ἀβέλτερον, ὄντων δὲ τοιούτων ἀμελητέον ὡς ἀδυνάτων· ἀσθενείᾳ γὰρ καὶ μοχθηρίᾳ ψυχῆς ἐμφύεσθαι καὶ παραμένειν τάς ἀτόπους καὶ χαλεπὰς ἐπιθυμίας.

ἐν τοιούτοις οὖν διαλόγοις τῶν πρώτων ὄντων, καὶ μάλιστα τοῦ Πελοπίδου διαποροῦντος, ἵππων ἐξ ἀγέλης πῶλος ἀποφυγοῦσα καὶ φερομένη διὰ τῶν ὅπλων, ὡς ἦν θέουσα κατʼ αὐτοὺς ἐκείνους, ἐπέστη· καὶ τοῖς μὲν ἄλλοις θέαν παρεῖχεν ἥ τε χρόα στίλβουσα τῆς χαίτης πυρσότατον

p.394
ἥ τε γαυρότης καὶ τὸ σοβαρὸν καὶ τεθαρρηκὸς τῆς φωνῆς,