Pelopidas

Plutarch

Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.

τὸν οὖν ἱερὸν λόχον τοῦτον ὁ μὲν Γοργίδας διαιρῶν εἰς τὰ πρῶτα ζυγά καὶ παρʼ ὅλην τὴν φάλαγγα τῶν ὁπλιτῶν προβαλλόμενος ἐπίδηλον οὐκ ἐποίει τὴν ἀρετὴν τῶν ἀνδρῶν, οὐδʼ ἐχρῆτο τῇ δυνάμει πρὸς κοινὸν ἔργον, ἅτε δὴ διαλελυμένῃ καὶ πρὸς πολὺ μεμιγμένῃ τὸ φαυλότερον, ὁ δὲ Πελοπίδας, ὡς ἐξέλαμψεν αὐτῶν ἡ ἀρετὴ περὶ Τεγύρας, καθαρῶς καὶ περὶ αὐτὸν ἀγωνισαμένων, οὐκέτι διεῖλεν οὐδὲ διέσπασεν, ἀλλʼ

p.388
ὥσπερ σώματι χρώμενος ὅλῳ προεκινδύνευε τοῖς μεγίστοις ἀγῶσιν.

ὥσπερ γὰρ οἱ ἵπποι θᾶσσον ὑπὸ τοῖς ἅρμασιν ἢ καθʼ αὑτοὺς ἐλαυνόμενοι θέουσιν, οὐχ ὅτι μᾶλλον ἐμπίπτοντες ἐκβιάζονται τὸν ἀέρα τῷ πλήθει ῥηγνύμενον, ἀλλʼ ὅτι συνεκκαίει τὸν θυμὸν ἡ μετʼ ἀλλήλων ἅμιλλα καὶ τὸ φιλόνεικον, οὕτως ᾤετο τοὺς ἀγαθοὺς ζῆλον ἀλλήλοις καλῶν ἔργων ἐνιέντας ὠφελιμωτάτους εἰς κοινὸν ἔργον εἶναι καὶ προθυμοτάτους.

ἐπεὶ δὲ Λακεδαιμόνιοι πᾶσι τοῖς Ἕλλησιν εἰρήνην συνθέμενοι πρὸς μόνους Θηβαίους ἐξήνεγκαν τὸν πόλεμον, ἐνεβεβλήκει δὲ Κλεόμβροτος ὁ βασιλεύς ἄγων ὁπλίτας μυρίους, ἱππεῖς δὲ χιλίους, ὁ δὲ κίνδυνος οὐ περὶ ὧν πρότερον ἦν Θηβαίοις, ἀλλʼ ἄντικρυς ἀπειλὴ καὶ καταγγελία διοικισμοῦ, καὶ φόβος οἷος οὔπω τὴν Βοιωτίαν κατεῖχεν, ἐξιὼν μὲν ἐκ τῆς οἰκίας ὁ Πελοπίδας, καὶ τῆς γυναικὸς ἐν τῷ προπέμπειν δακρυούσης καὶ παρακαλούσης σῴζειν ἑαυτόν,

ταῦτα, εἶπεν, ὦ γύναι, τοῖς ἰδιώταις χρὴ παραινεῖν, τοῖς δὲ ἄρχουσιν ὅπως τοὺς ἄλλους σῴζωσιν· ἐλθὼν δὲ εἰς τὸ στρατόπεδον καὶ τοὺς βοιωτάρχας καταλαβὼν οὐχ ὁμογνωμονοῦντας, πρῶτος Ἐπαμεινώνδᾳ προσέθετο γνώμην ψηφιζομένῳ διὰ μάχης ἰέναι τοῖς πολεμίοις, βοιωτάρχης μὲν οὐκ ἀποδεδειγμένος, ἄρχων δὲ τοῦ ἱεροῦ λόχου, καὶ πιστευόμενος, ὡς ἦν δίκαιον ἄνδρα τηλικαῦτα δεδωκότα τῇ πατρίδι σύμβολα εἰς τὴν ἐλευθερίαν.

p.390