Aemilius Paulus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἀλλὰ Σκηπίων μὲν αὔξων τὰ πλεῖστα τὸν δῆμον εὔνουν εἶχεν, Αἰμίλιος δέ, καίπερ ὢν ἀριστοκρατικὸς, οὐδὲν ἧττον ὑπὸ τῶν πολλῶν ἠγαπᾶτο τοῦ μάλιστα δημαγωγεῖν καὶ πρός χάριν ὁμιλεῖν τοῖς πολλοῖς δοκοῦντος.

ἐδήλωσαν δὲ μετὰ τῶν ἄλλων καλῶν καὶ τιμητείας αὐτὸν ἀξιώσαντες, ἥτις ἐστὶν ἀρχὴ πασῶν ἱερωτάτη καὶ δυναμένη μέγα πρός τε τἆλλα καὶ πρός ἐξέτασιν βίων.

ἐκβαλεῖν τε γὰρ ἔξεστι συγκλήτου τὸν ἀπρεπῶς ζῶντα τοῖς τιμηταῖς, καὶ προγράψαι τὸν ἄριστον, ἵππου τʼ ἀφαιρέσει τῶν νέων ἀτιμάσαι τὸν ἀκολασταίνοντα. καὶ τῶν οὐσιῶν οὗτοι τὰ τιμήματα καὶ τὰς ἀπογραφὰς ἐπισκοποῦσιν.

ἀπεγράψαντο μὲν οὖν κατʼ αὐτὸν μυριάδες ἀνθρώπων τριάκοντα τρεῖς, ἔτι δʼ ἑπτακισχίλιοι τετρακόσιοι πεντήκοντα δύο, τῆς δὲ βουλῆς προέγραψε μὲν Μᾶρκον Αἰμίλιον Λέπιδον, ἤδη τετράκις καρπούμενον ταύτην τὴν

p.456
προεδρίαν, ἐξέβαλε δὲ τρεῖς συγκλητικοὺς οὐ τῶν ἐπιφανῶν, καὶ περὶ τὴν τῶν ἱππέων ἐξέτασιν ὁμοίως ἐμετρίασεν αὐτός τε καὶ Μάρκιος Φίλιππος ὁ συνάρχων αὐτοῦ.

διῳκημένων δὲ τῶν πλείστων καὶ μεγίστων ἐνόσησε νόσον ἐν ἀρχῇ μὲν ἐπισφαλῆ, χρόνῳ δὲ ἀκίνδυνον, ἐργώδη δὲ καὶ δυσαπάλλακτον γενομένην.

ἐπεὶ δὲ πεισθεὶς ὑπὸ τῶν ἰατρῶν ἔπλευσεν εἰς Ἐλέαν τῆς Ἰταλίας καὶ διέτριβεν αὐτόθι πλείω χρόνον ἐν παραλίοις ἀγροῖς καὶ πολλὴν ἡσυχίαν ἔχουσιν, ἐπόθησαν αὐτὸν οἱ Ῥωμαῖοι, καὶ φωνὰς πολλάκις ἐν θεάτροις οἷον εὐχόμενοι καὶ σπεύδοντες ἰδεῖν ἀφῆκαν.

οὔσης

paris.1624.276
δέ τινος ἱερουργίας ἀναγκαίας, ἤδη δὲ καὶ δοκοῦντος ἱκανῶς ἔχειν αὐτῷ τοῦ σώματος, ἐπανῆλθεν εἰς Ῥώμην.

κἀκείνην μὲν ἔθυσε μετὰ τῶν ἄλλων τὴν θυσίαν ἱερέων, ἐπιφανῶς τοῦ δήμου περικεχυμένου καὶ χαίροντος· τῇ δʼ ὑστεραίᾳ πάλιν ἔθυσεν αὐτὸς ὑπὲρ αὐτοῦ σωτήρια τοῖς θεοῖς,

καὶ συμπερανθείσης, ὡς προείρηται, τῆς θυσίας ὑποστρέψας οἴκαδε καὶ κατακλιθείς, πρὶν αἰσθέσθαι καὶ νοῆσαι τὴν μεταβολήν, ἐν ἐκστάσει καὶ παραφορᾷ τῆς διανοίας γενόμενος τριταῖος ἐτελεύτησεν, οὐδενὸς ἐνδεὴς οὐδʼ ἀτελὴς τῶν πρὸς εὐδαιμονίαν νενομισμένων γενόμενος.