Comparison of Alcibiades and Coriolanus
Plutarch
Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
πολιτείαν δὲ τὴν μὲν Ἀλκιβιάδου τὴν ἄγαν λαμυρὰν καὶ τὸ μὴ καθαρεῦον ἀναγωγίας καὶ βωμολοχίας ἐν τῷ πρὸς χάριν ὁμιλεῖν τοῖς πολλοῖς οἱ σώφρονες ἐβδελύττοντο, τὴν δὲ Μαρκίου παντάπασιν ἄχαριν καὶ
p.220
ὑπερήφανον καὶ ὀλιγαρχικὴν γενομένην ἐμίσησεν ὁ Ῥωμαίων δῆμος. οὐδετέραν μὲν οὖν ἐπαινετέον ὁ δὲ δημαγωγῶν καὶ χαριζόμενος τῶν ὅπως οὐ δόξουσι δημαγωγεῖν προπηλακιζόντων τοὺς πολλοὺς ἀμεμπτότερος· αἰσχρὸν μὲν γὰρ τὸ κολακεύειν δῆμον ἐπὶ τῷ δύνασθαι, τὸ δʼ ἰσχύειν ἐκ τοῦ φοβερὸν εἶναι καὶ κακοῦν καὶ πιέζειν πρὸς τῷ αἰσχρῷ καὶ ἄδικόν ἐστιν.