Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

δόντων δὲ τῶν Σπαρτιατῶν καὶ δεξαμένων, παραγενόμενος προθύμως ἓν μὲν εὐθὺς ἐξειργάσατο, μέλλοντας καὶ ἀναβαλλομένους βοηθεῖν Συρακουσίοις ἐγείρας καὶ παροξύνας πέμψαι Γύλιππον ἄρχοντα καὶ θραῦσαι τὴν ἐκεῖ τῶν Ἀθηναίων δύναμιν· ἕτερον δέ, κινεῖν τὸν αὐτόθεν πόλεμον ἐπὶ τοὺς Ἀθηναίους· τὸ δὲ τρίτον καὶ μέγιστον, ἐπιτειχίσαι Δεκέλειαν, οὗ μᾶλλον οὐδὲν διειργάσατο καὶ κατοικοφθόρησε τὴν πόλιν.

εὐδοκιμῶν δὲ δημοσίᾳ καὶ θαυμαζόμενος οὐχ ἧττον ἰδίᾳ τοὺς πολλοὺς κατεδημαγώγει καὶ κατεγοήτευε τῇ διαίτῃ λακωνίζων, ὥσθʼ ὁρῶντας ἐν χρῷ κουριῶντα καὶ ψυχρολουτοῦντα καὶ μάζῃ συνόντα καὶ ζωμῷ μέλανι χρώμενον ἀπιστεῖν καὶ διαπορεῖν, εἴ ποτε μάγειρον ἐπὶ τῆς οἰκίας οὗτος ἀνὴρ ἔσχεν ἢ προσέβλεψε μυρεψὸν ἢ Μιλησίας ἠνέσχετο θιγεῖν χλανίδος.

ἦν γάρ, ὥς φασι, μία δεινότης αὕτη τῶν πολλῶν ἐν αὐτῷ καὶ μηχανὴ θήρας ἀνθρώπων, συνεξομοιοῦσθαι καὶ συνομοπαθεῖν τοῖς ἐπιτηδεύμασι καὶ ταῖς διαίταις, ὀξυτέρας τρεπομένῳ τροπὰς τοῦ χαμαιλέοντος. πλὴν ἐκεῖνος μέν, ὡς λέγεται, πρὸς ἓν ἐξαδυνατεῖ χρῶμα τὸ λευκὸν ἀφομοιοῦν ἑαυτόν· Ἀλκιβιάδῃ δὲ διὰ χρηστῶν ἰόντι καὶ πονηρῶν ὁμοίως οὐδὲν ἦν ἀμίμητον οὐδʼ ἀνεπιτήδευτον,

ἀλλʼ ἐν Σπάρτῃ γυμναστικός, εὐτελής, σκυθρωπός, ἐν Ἰωνίᾳ χλιδανός, ἐπιτερπής, ῥᾴθυμος, ἐν Θράκῃ μεθυστικός, ἐν Θετταλοῖς ἱππαστικός, Τισαφέρνῃ δὲ τῷ σατράπῃ συνὼν ὑπερέβαλεν ὄγκῳ καὶ πολυτελείᾳ τὴν Περσικὴν μεγαλοπρέπειαν, οὐχ αὑτὸν ἐξιστὰς οὕτω ῥᾳδίως εἰς ἕτερον ἐξ ἑτέρου τρόπον, οὐδὲ πᾶσαν δεχόμενος τῷ ἤθει μεταβολήν, ἀλλʼ ὅτι τῇ φύσει χρώμενος ἔμελλε λυπεῖν τοὺς ἐντυγχάνοντας, εἰς πᾶν ἀεὶ τὸ πρόσφορον ἐκείνοις σχῆμα καὶ πλάσμα κατεδύετο καὶ κατέφευγεν.

ἐν γοῦν τῇ Λακεδαίμονι πρὸς τὰ ἔξωθεν ἦν εἰπεῖν· οὐ παῖς Ἀχιλλέως, ἀλλʼ ἐκεῖνος εἴη ἂν αὐτός , οἷον Λυκοῦργος ἐπαίδευσε· τοῖς δʼ ἀληθινοῖς ἄν τις ἐπεφώνησεν αὐτοῦ πάθεσι καὶ πράγμασιν· ἔστιν ἡ πάλαι γυνή.