Alcibiades

Plutarch

Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.

ἀναπεισθεὶς οὖν ὑπʼ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν, ᾧ κολούοντες ἀεὶ τὸν προὔχοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν ἐλαύνουσι, παραμυθούμενοι τὸν φθόνον μᾶλλον ἢ τὸν φόβον. ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν ὁ Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν κατὰ τοῦ Ὑπερβόλου τὴν ὀστρακοφορίαν ἔτρεψεν.

ὡς δʼ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν ἐξήλασε τὸν Ὑπέρβολον οὐδʼ ἂν προσδοκήσαντα.

φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδʼ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς,

  1. καίτοι πέπραχε τῶν προτέρων[*](προτέρων with Kock (Com. Att. Frag. i. p. 654): τρόπων (worthy of his ways).) μὲν ἄξια,
  2. αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια.
  3. οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη.
Plato comicus, unknownπερὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστορούμενα.

τὸν δʼ Ἀλκιβιάδην ὁ Νικίας οὐχ ἧττον ἠνία θαυμαζόμενος ὑπὸ τῶν πολεμίων ἢ τιμώμενος ὑπὸ τῶν πολιτῶν. πρόξενος μὲν γὰρ ἦν ὁ Ἀλκιβιάδης τῶν Λακεδαιμονίων, καὶ τοὺς ἁλόντας αὐτῶν περὶ Πύλον ἄνδρας ἐθεράπευσεν·

ἐπεὶ δʼ ἐκεῖνοί τε διὰ Νικίου μάλιστα τῆς εἰρήνης τυχόντες καὶ τοὺς ἄνδρας ἀπολαβόντες ὑπερηγάπων αὐτόν, ἔν τε τοῖς Ἕλλησι λόγος ἦν ὡς Περικλέους μὲν συνάψαντος αὐτοῖς, Νικίου δὲ λύσαντος τὸν πόλεμον, οἵ τε πλεῖστοι τὴν εἰρήνην Νικίειον ὠνόμαζον, οὐ μετρίως ἀνιώμενος ὁ Ἀλκιβιάδης καὶ φθονῶν ἐβούλευε σύγχυσιν ὁρκίων.

καὶ πρῶτον μὲν Ἀργείους αἰσθανόμενος μίσει καὶ φόβῳ τῶν Σπαρτιατῶν ζητοῦντας ἀποστροφήν, ἐλπίδας αὐτοῖς ἐνεδίδου κρύφα τῆς Ἀθηναίων συμμαχίας, καὶ παρεθάρρυνε πέμπων καὶ διαλεγόμενος τοῖς προεστῶσι τοῦ δήμου μὴ δεδιέναι μηδʼ ὑπείκειν Λακεδαιμονίοις, ἀλλὰ πρὸς Ἀθηναίους τρέπεσθαι καὶ περιμένειν ὅσον οὐδέπω μεταμελομένους καὶ τὴν εἰρήνην ἀφιέντας.