Fabius Maximus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

αἱ μὲν οὖν πρῶται τῶν ἡμερῶν ἦσαν, καὶ καθʼ ἑαυτὸν ὁ Βρέττιος ἀνεπαύετο, λανθάνειν τὸν ἀδελφὸν οἰομένης ἐκείνης, ἔπειτα λέγει πρὸς αὐτὴν ὁ νεανίας καὶ μὴν ἐκεῖ λόγος ἐφοίτα πολὺς ἀνδρί σε τῶν δυνατῶν καὶ μεγάλων συνεῖναι. τίς οὗτός ἐστιν; εἰ γὰρ εὐδόκιμός τίς, ὥς φασιν, ἀρετῇ καὶ λαμπρός, ἐλάχιστα φροντίζει γένους ὁ πάντα συμμιγνὺς πόλεμος· αἰσχρὸν δὲ μετʼ ἀνάγκης οὐδέν, ἀλλʼ εὐτυχία τίς ἐν καιρῷ τὸ δίκαιον ἀσθενὲς ἔχοντι πρᾳοτάτῳ χρήσασθαι τῷ βιαζομένῳ.

ἐκ τούτου μεταπέμπεται μὲν ἡ γυνὴ τὸν Βρέττιον καὶ γνωρίζει τὸν ἀδελφὸν αὐτῷ ταχὺ δὲ συμπράττων τὴν ἐπιθυμίαν ἐκεῖνος καὶ μᾶλλον ἢ πρότερον εὔνουν καὶ χειροήθη τῷ βαρβάρῳ παρέχειν δοκῶν τὴν ἀδελφήν, ἔσχε πιστῶς, ὥστε μὴ χαλεπῶς ἐρῶντος ἀνθρώπου μισθοφόρου μεταστῆσαι διάνοιαν ἐπʼ ἐλπίσι δωρεῶν μεγάλων, ἃς ἐπηγγέλλετο παρέξειν αὐτῷ τὸν Φάβιον.

p.182

ταῦτα μὲν οὖν οἱ πλεῖστοι γράφουσι περὶ τούτων· ἔνιοι δὲ τὴν ἄνθρωπον ὑφʼ ἧς ὁ Βρέττιος μετήχθη, φασὶν οὐ Ταραντίνην, ἀλλὰ Βρεττίαν τὸ γένος οὖσαν, τῷ δὲ Φαβίῳ παλλακευομένην, ὡς ᾔσθετο πολίτην καὶ γνώριμον ὄντα τὸν τῶν Βρεττίων ἄρχοντα, τῷ τε Φαβίῳ φράσαι καὶ συνελθοῦσαν εἰς λόγους ὑπὸ τὸ τεῖχος ἐκπεῖσαι καὶ κατεργάσασθαι τὸν ἄνθρωπον.

πραττομένων δὲ τούτων, ὁ Φάβιος περισπάσαι τὸν Ἀννίβαν τεχνάζων ἐπέστειλε τοῖς ἐν Ῥηγίῳ στρατιώταις τὴν Βρεττίαν καταδραμεῖν καὶ Καυλωνίαν ἐξελεῖν κατὰ κράτος στρατοπεδεύσαντας,

paris.1624.187
ὀκτακισχιλίους ὄντας, αὐτομόλους δὲ τοὺς πολλοὺς καὶ τῶν ἐκ Σικελίας ὑπὸ Μαρκέλλου κεκομισμένων ἀτίμων τοὺς ἀχρηστοτάτους καὶ μετʼ ἐλαχίστης τῇ πόλει λύπης καὶ βλάβης ἀπολουμένους.