Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ πρὶν εἰσελθεῖν μεταστραφεὶς εἰς τὸ Καπιτώλιον εὔξατο τοῖς θεοῖς κατευθῦναι τὰ παρόντα πρὸς τὸ κάλλιστον τέλος, ὑποσχόμενος ναὸν Ὁμονοίας ἱδρύσασθαι τῆς ταραχῆς καταστάσης. μεγάλου δʼ ἀγῶνος ἐν τῇ συγκλήτῳ γενομένου πρὸς τὰς ἐναντίας γνώμας, ὅμως ἐνίκησεν ἡ μαλακωτέρα καὶ ὑπείκουσα τῷ δήμῳ καὶ διδοῦσα τῶν ὑπάτων τὸν ἕτερον ἀπὸ τοῦ πλήθους ἀρχαιρεσιάσαι.

ταῦτα δʼ ὡς τῇ βουλῇ δοκοῦντα τοῦ δικτάτορος ἀνειπόντος ἐν τῷ δήμῳ, παραχρῆμα μὲν, οἷον εἰκὸς, ἡδόμενοι τῇ βουλῇ διηλλάττοντο καὶ τὸν Κάμιλλον οἴκαδε κρότῳ καὶ βοῇ προέπεμπον. τῇ δʼ ὑστεραίᾳ συνελθόντες ἐψηφίσαντο τῆς μὲν Ὁμονοίας ἱερόν, ὥσπερ εὔξατο Κάμιλλος, εἰς τὴν ἀγορὰν καὶ τὴν ἐκκλησίαν ἄποπτον ἐπὶ τοῖς γεγενημένοις ἱδρύσασθαι,

ταῖς δὲ καλουμέναις Λατίναις μίαν ἡμέραν προσθέντας ἑορτάζειν τέτταρας, παραυτίκα

paris.1624.152
p.206
δὲ θύειν καὶ στεφανηφορεῖν Ῥωμαίους ἅπαντας. τῶν δʼ ἀρχαιρεσίων βραβευθέντων ὑπὸ Καμίλλου κατεστάθησαν ὕπατοι Μᾶρκος μὲν Αἰμίλιος ἐκ πατρικίων, Λεύκιος δὲ Σέξτιος ἐκ δημοτῶν πρῶτος, καὶ τοῦτο πέρας αἱ Καμίλλου πράξεις ἔσχον.

ἐν δὲ τῷ κατόπιν ἐνιαυτῷ λοιμώδης νόσος ἐμπεσοῦσα τῇ Ῥώμῃ τὸν μὲν ἄλλον ὄχλον οὐ περιληπτὸν ἀριθμῷ διέφθειρε, τῶν δʼ ἀρχόντων τοὺς πλείστους. ἐτελεύτησε δὲ καὶ Κάμιλλος, ἡλικίας μὲν οὕνεκα καὶ βίου τελειότητος, ὡς εἴ τις ἄλλος ἀνθρώπων ὡραῖος, ἀνιάσας δὲ Ῥωμαίους ὡς οὐδὲ σύμπαντες οἱ τῇ νόσῳ κατʼ ἐκεῖνον τὸν χρόνον ἀποθανόντες.

p.208