Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὀργὴν ἐπὶ τοῖς παροῦσιν ἀδικήμασιν. ὁ μὲν οὖν Μάλλιος ἁλοὺς εἰς τὸ Καπιτώλιον ἀπήχθη, καὶ κατὰ τῆς πέτρας ὠσθεὶς τὸν αὐτὸν τόπον ἔσχε καὶ τῶν εὐτυχεστάτων ἔργων καὶ τῶν μεγίστων ἀτυχημάτων μνημεῖον. οἱ δὲ Ῥωμαῖοι τὴν οἰκίαν αὐτοῦ κατασκάψαντες ἱερὸν ἱδρύσαντο θεᾶς, ἣν Μονῆταν καλοῦσι, καὶ τὸ λοιπὸν ἐψηφίσαντο μηδένα τῶν πατρικίων ἐπὶ τῆς ἄκρας κατοικεῖν.

ὁ δὲ Κάμιλλος ἐπὶ χιλιαρχίαν ἕκτην καλούμενος παρῃτεῖτο, γεγονὼς μὲν ἡλικίας ἤδη πρόσω καί πού τινα καί φθόνον δεδιὼς καί νέμεσιν ἐπὶ δόξῃ τοσαύτῃ καί κατορθώμασιν· ἡ δὲ φανερωτάτη τῶν αἰτιῶν ἦν ἀρρωστία σώματος· ἐτύγχανε γὰρ νοσῶν περὶ τὰς ἡμέρας ἐκείνας.

οὐ μὴν π.,ρῆκεν αὐτῷ τὴν ἀρχὴν ὁ δῆμος, ἀλλὰ

p.190
βοῶν μήτε ἱππεύοντος αὐτοῦ μήτε ὁπλομαχοῦντος ἐν τοῖς ἀγῶσι δεῖσθαι, βουλευομένου δὲ μόνον καί προστάττοντος, ἠνάγκασεν ὑποστῆναι τὴν στρατηγίαν καί μεθʼ ἑνὸς τῶν συναρχόντων Λευκίου Φουρίου τὸν στρατὸν ἄγειν εὐθὺς ἐπὶ τοὺς πολεμίους. οὗτοι δʼ ἦσαν Πραινεστῖνοι καί Οὐολοῦσκοι μετὰ πολλῆς δυνάμεως τὴν συμμαχίδα τῶν Ῥωμαίων πορθοῦντες.

ἐξελθὼν δὲ καί παραστρατοπεδεύσας τοῖς πολεμίοις αὐτὸς μὲν ἠξίου τρίβειν τὸν πόλεμον χρόνῳ, κἂν εἰ μάχης δεήσειε ῥώσας τὸ σῶμα διαγωνίσασθαι, Λευκίου δὲ τοῦ συνάρχοντος ἐπιθυμίᾳ δόξης φερομένου πρὸς τὸν κίνδυνον ἀκατασχέτως καί συνεξορμῶντος ἅμα ταξιάρχους καί λοχαγούς, φοβηθεὶς μὴ φθόνῳ δή τινι δοκῇ κατόρθωμα καί φιλοτιμίαν ἀφαιρεῖσθαι νέων ἀνδρῶν συνεχώρησεν ἄκων ἐκείνῳ παρατάξαι τὴν δύναμιν, αὐτὸς δὲ διὰ τὴν ἀσθένειαν ὑπελείφθη μετʼ ὀλίγων ἐν τῷ στρατοπέδῳ.

τοῦ δὲ Λευκίου προπετῶς χρησαμένου τῇ μάχῃ καί σφαλέντος, αἰσθόμενος τὴν τροπὴν τῶν Ῥωμαίων οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἀναθορὼν ἐκ τῆς στιβάδος ἀπήντα μετὰ τῶν ὀπαδῶν ἐπὶ τὰς πύλας τοῦ χάρακος, διὰ τῶν φευγόντων

paris.1624.149
ὠθούμενος εἰς τοὺς διώκοντας, ὥστε τοὺς μὲν εὐθὺς ἀναστρέφειν καί συνακολουθεῖν, τοὺς δὲ προσφερομένους ἔξωθεν ἵστασθαι πρὸ αὐτοῦ καὶ συνασπίζειν, παρεγγυῶντας ἀλλήλοις μὴ ἀπολείπεσθαι τοῦ στρατηγοῦ.