Camillus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἐπιστὰς δὲ τῷ τείχει μετὰ τῶν συνδραμόντων καὶ γενομένων περὶ αὐτὸν ἀπέστρεψε τοὺς ἄλλους, οὔτε πολλοὺς ἄνω γενομένους οὔτε πράξαντάς τι τῆς τόλμης ἄξιον, οὕτω δὲ τὸν
paris.1624.143
κίνδυνον ἐκφυγόντες ἅμʼ ἡμέρᾳ τὸν μὲν ἄρχοντα p.162
τῶν φυλάκων ἔρριψαν εἰς τοὺς πολεμίους κατὰ τῆς πέτρας, τῷ δὲ Μαλλίῳ τῆς νίκης ἀριστεῖα πρὸς τιμὴν μεγάλην[*](μεγάλην deleted by Coraës and Bekker.) μᾶλλον ἢ χρείαν ψηφισάμενοι συνήνεγκαν ὅσον ἡμέρας ἕκαστος ἐλάμβανεν εἰς τροφήν, σίτου μὲν ἡμίλιτρον ἐπιχωρίου οὕτω γὰρ καλοῦσιν αὐτό, οἴνου δὲ κοτύλης Ἑλληνικῆς τέταρτον.ἐκ τούτου τὰ τῶν Κελτῶν ἦν ἀθυμότερα. καὶ γὰρ ἐπιτηδείων ἐσπάνιζον εἰργόμενοι προνομῆς φόβῳ τοῦ Καμίλλου, καὶ νόσος ὑποικούρησεν αὐτοὺς ἐν νεκρῶν πλήθει χύδην καταβεβλημένων σκηνοῦντας ἐν ἐρειπίοις, τό τε βάθος τῆς τέφρας ἀέρα ξηρότητι καὶ δριμύτητι φαῦλον ὑπὸ πνευμάτων καὶ καυμάτων ἀναθυμιώσης ἐλυμαίνετο τὰ σώματα διὰ τῆς ἀναπνοῆς.