Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

Καρχηδόνιοι δὲ τὴν ἐνάτην φθίνοντος ὡς τὰ πλεῖστα καὶ μέγιστα τῶν ἀτυχημάτων αὐτοῖς ἀεὶ φέρουσαν παραφυλάττουσιν. οὐκ ἀγνοῶ δʼ ὅτι περὶ τὸν τῶν μυστηρίων καιρὸν αὖθις Θῆβαί τε κατεσκάφησαν ὑπὸ Ἀλεξάνδρου, καὶ μετὰ ταῦτα φρουρὰν Ἀθηναῖοι Μακεδόνων ἐδέξαντο περὶ αὐτὴν τήν εἰκάδα τοῦ Βοηδρομιῶνος, ᾗ τὸν μυστικὸν Ἴακχον ἐξάγουσιν.

ὁμοίως δὲ Ῥωμαῖοι τῆς αὐτῆς ἡμέρας πρότερον μὲν ὑπὸ Κίμβρων τὸ μετὰ Καιπίωνος ἀπέβαλον στρατόπεδον, ὕστερον δὲ Λουκούλλου στρατηγοῦντος Ἀρμενίους καὶ Τιγράνην ἐνίκησαν. Ἄτταλος δʼ ὁ βασιλεὺς καὶ Πομπήιος Μᾶγνος ἐν τοῖς ἑαυτῶν γενεθλίοις ἀπέθανον. καὶ ὅλως ἐστὶ πολλοὺς ἐπʼ ἀμφότερα ταῖς αὐταῖς χρησαμένους ἀποδεῖξαι περιόδοις.

ἀλλὰ Ῥωμαίοις αὕτη μία τῶν μάλιστα ἀποφράδων ἐστί, καὶ διʼ αὐτὴν ἑκάστου μηνὸς ἕτεραι δύο, τῆς πρὸς τὸ συμβὰν εὐλαβείας καὶ δεισιδαιμονίας ἐπὶ πλεῖον, ὥσπερ εἴωθε, ῥυείσης. ταῦτα μὲν οὖν ἐν τῷ Περὶ αἰτίων Ῥωμαϊκῶν ἐπιμελέστερον διῄρηται.

μετὰ δὲ τὴν μάχην ἐκείνην εἰ μὲν εὐθὺς ἐπηκολούθησαν οἱ Γαλάται τοῖς φεύγουσιν, οὐδὲν ἂν ἐκώλυσε τὴν Ῥώμην ἄρδην ἀναιρεθῆναι καὶ πάντας ἀπολέσθαι τοὺς ἐν αὐτῇ καταλειφθέντας· τοσοῦτον οἱ φεύγοντες ἐνειργάζοντο δεῖμα τοῖς ὑποδεχομένοις, καὶ τοσαύτης πάλιν ἐνεπίμπλαντο ταραχῆς καὶ παραφροσύνης.

νυνὶ δʼ ἀπιστίᾳ τοῦ μεγέθους οἱ βάρβαροι τῆς νίκης καὶ πρὸς

p.142
εὐπάθειαν ἐκ τοῦ περιχαροῦς ἅμα καὶ νεμήσεις τῶν ἑαλωκότων ἐν τῷ στρατοπέδῳ χρημάτων τραπόμενοι, τῷ μὲν ἐκπίπτοντι τῆς πόλεως ὄχλῳ ῥᾳστώνην φυγῆς παρέσχον, ἐλπίσαι δʼ ἔτι καὶ παρασκευάσασθαι τοῖς ὑπομένουσι τὴν γὰρ ἄλλην πόλιν προέμενοι τὸ Καπιτώλιον ἐφράξαντο βέλεσι καὶ διατειχίσμασιν.

ἐν πρώτοις δὲ τῶν ἱερῶν ἃ μὲν εἰς τὸ Καπιτώλιον ἀνεσκευάσαντο, τὸ δὲ πῦρ τῆς Ἑστίας αἱ παρθένοι μετὰ τῶν ἱερῶν ἔφευγον ἁρπασάμεναι. καίτοι τινὲς οὐδὲν εἶναι τὸ φρουρούμενον ὑπʼ

paris.1624.139
αὐτῶν ἕτερον ἢ πῦρ ἄφθιτον ἱστοροῦσι, Νομᾶ τοῦ βασιλέως καταστήσαντος ὡς ἀρχὴν ἁπάντων σέβεσθαι. κινητικώτατον γὰρ ἐν τῇ φύσει τοῦτο·