Camillus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ἀλλήλων εὐθὺς ἐξ ἀρχῆς τοὺς παῖδας. οὗτος οὖν ὁ διδάσκαλος ἐπιβουλεύων τοῖς Φαλερίοις διὰ τῶν παίδων ἐξῆγεν αὐτοὺς ἡμέρας ἑκάστης ὑπὸ τὸ τεῖχος ἐγγὺς τὸ πρῶτον, εἶτʼ ἀπῆγεν αὖθις εἴσω γυμνασαμένους, ἐκ δὲ τούτου κατὰ μικρὸν ὑπάγων εἴθισε θαρρεῖν ὡς πολλῆς οὔσης ἀδείας, καὶ τέλος ἔχων ἅπαντας εἰς τοὺς προφύλακας τῶν Ῥωμαίων ἐνέβαλε καὶ παρέδωκεν, ἄγειν κελεύσας πρὸς τὸν Κάμιλλον.

ἀχθεὶς δὲ καὶ καταστὰς εἰς μέσον ἔλεγε παιδευτὴς μέν εἶναι καὶ διδάσκαλος, τὴν δὲ πρὸς ἐκεῖνον χάριν ἀντὶ τούτων ἑλόμενος τῶν δικαίων, ἥκειν αὐτῷ τὴν πόλιν ἐν τοῖς παισὶ κομίζων, δεινὸν οὖν ἀκούσαντι τὸ ἔργον ἐφάνη Καμίλλῳ· καὶ πρὸς τοὺς παρόντας εἰπών, ὡς χαλεπὸν μέν ἐστι πόλεμος καὶ διὰ πολλῆς ἀδικίας καὶ βιαίων περαινόμενος ἔργων,