Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

ὡς δʼ οὖν ἀπῆλθεν ἐξ ἀγορᾶς τότε, πολὺν μὲν χρόνον ἔκπληξις εἶχε καὶ φρίκη καὶ σιωπὴ πάντας ἐπὶ τοῖς διαπεπραγμένοις· πρὸς δὲ τὴν Κολλατίνου μαλακίαν καὶ μέλλησιν ἀνεθάρρησαν οἱ Ἀκύλλιοι, καὶ χρόνον ἠξίουν λαβόντες ἀπολογήσασθαι, καὶ τὸν Οὐινδίκιον αὐτοῖς ἀποδοθῆναι δοῦλον ὄντα, καὶ μὴ παρὰ τοῖς κατηγόροις εἶναι.

βουλομένου δὲ ταῦτα συγχωρεῖν καὶ διαλύοντος ἐπὶ τούτοις τὴν ἐκκλησίαν, ὁ Οὐαλλέριος οὔτε τὸν ἄνθρωπον οἷός τʼ ἦν ἀφεῖναι τῷ περὶ αὐτὸν ὄχλῳ καταμειγμένον, οὔτε τὸν δῆμον εἴα προέμενον τοὺς προδότας ἀπελθεῖν. τέλος δὲ τοῖς σώμασιν ἐπιβαλὼν τὰς χεῖρας ἐπεκαλεῖτο τὸν Βροῦτον, καὶ τὸν Κολλατῖνον ἐβόα δεινὰ ποιεῖν, εἰ τῷ συνάρχοντι παιδοφονίας ἀνάγκην προστριψάμενος αὐτὸς οἴεται δεῖν καταχαρίζεσθαι ταῖς γυναιξὶ τοὺς προδότας καὶ πολεμίους τῆς πατρίδος.