Publicola
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἐπεὶ δὲ τὸν θόρυβον κατέπαυσαν οἱ ὕπατοι καὶ τοῦ Οὐαλλερίου κελεύσαντος ἐκ τῆς οἰκίας ὁ Οὐινδίκιος προήχθη, καί γενομένης κατηγορίας ἀνεγνώσθη τὰ γράμματα καί πρὸς οὐδὲν ἐτόλμησαν ἀντειπεῖν οἱ ἄνδρες, ἦν μὲν κατήφεια καί σιωπὴ τῶν ἄλλων, ὀλίγοι δὲ βουλόμενοι τῷ Βρούτῳ χαρίζεσθαι φυγῆς ἐμέμνηντο. καί τι καί Κολλατῖνος αὐτοῖς ἐλπίδος ἐπιεικοῦς ἐνεδίδου δεδακρυμένος καί Οὐαλλέριος σιωπῶν, ὁ δὲ Βροῦτος ὀνομαστὶ τῶν υἱῶν ἑκάτερον προσειπών, ἄγε, ὦ Τίτε, εἶπεν, ἄγε, ὦ Τιβέριε, τί οὐκ ἀπολογεῖσθε πρὸς τὴν κατηγορίαν;
ὡς δʼ οὐδὲν ἀπεκρίναντο τρὶς ἐρωτηθέντες, οὕτως πρὸς τοὺς ὑπηρέτας ἀποστ ρέψας τὸ πρόσωπον, ὑμέτερον ἤδη, εἶπε, τὸ λοιπὸν ἔργον. οἱ δὲ εὐθὺς συλλαβόντες τοὺς νεανίσκους περιερρήγνυον τὰ ἱμάτια, τὰς χεῖρας ἀπῆγον ὀπίσω, ῥάβδοις ἔξαινον τὰ σώματα,