Publicola

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

καὶ γέρας ἔσχεν ἐπὶ τοῖς θριάμβοις οἰκίαν αὐτῷ γενέσθαι δημοσίοις ἀναλώμασιν ἐν Παλατίῳ. τῶν δʼ ἄλλων τότε θυρῶν εἴσω τῆς οἰκίας εἰς τὸ κλεισίον ἀνοιγομένων, ἐκείνης μόνης τῆς οἰκίας ἐποίησαν ἐκτὸς ἀπάγεσθαι τὴν αὔλειον, ὡς δὴ κατὰ τὸ συγχώρημα τῆς τιμῆς ἀεὶ τοῦ δημοσίου προσεπιλαμβάνοι.

τὰς δʼ Ἑλληνικὰς πρότερον οὕτως ἔχειν ἁπάσας λέγουσιν, ἀπὸ τῶν κωμῳδιῶν λαμβάνοντες, ὅτι κόπτουσι καὶ ψοφοῦσι τὰς αὑτῶν θύρας ἔνδοθεν οἱ προϊέναι μέλλοντες, ὅπως αἴσθησις ἔξω γένοιτο τοῖς παρερχομένοις ἢ προεστῶσι καὶ μὴ

p.556
καταλαμβάνοιντο προϊούσαις ταῖς κλεισιάσιν εἰς τὸν στενωπόν.

τῷ δʼ ἑξῆς ἔτει πάλιν ὑπάτευε Ποπλικόλας τὸ τέταρτον· ἦν δὲ προσδοκία πολέμου Σαβίνων καί Λατίνων συνισταμένων. καί τις ἅμα δεισιδαιμονία τῆς πόλεως ἥψατο· πᾶσαι γὰρ αἱ κυοῦσαι τότε γυναῖκες ἐξέβαλλον ἀνάπηρα, καί τέλος οὐδεμία γένεσις ἔσχεν. ὅθεν ἐκ τῶν

paris.1624.108
Σιβυλλείων ὁ Ποπλικόλας ἱλασάμενος τῷ Ἅιδῃ καί τινας ἀγῶνας πυθοχρήστους ἀναλαβὼν καί ταῖς ἐλπίσι πρὸς τὸ θεῖον ἡδίονα καταστήσας τὴν πόλιν, ἤδη τοῖς ἀπʼ ἀνθρώπων φοβεροῖς προσεῖχε. μεγάλη γὰρ ἐφαίνετο κατασκευὴ τῶν πολεμίων καί σύστασις.

ἦν οὖν Ἄππιος Κλαῦσος ἐν Σαβίνοις, ἀνὴρ χρήμασί τε δυνατὸς καί σώματος ῥώμῃ πρὸς ἀλκὴν ἐπιφανής, ἀρετῆς δὲ δόξῃ μάλιστα καί λόγου δεινότητι πρωτεύων, ὃ δὲ πᾶσι συμβαίνει τοῖς μεγάλοις οὐ διέφυγε παθεῖν, ἀλλʼ ἐφθονεῖτο· καὶ τοῖς φθονοῦσιν αἰτίαν παρέσχε καταπαύων τὸν πόλεμον αὔξειν τὰ Ῥωμαίων, ἐπὶ τυραννίδι καί δουλώσει τῆς πατρίδος.

αἰσθόμενος δὲ τοὺς λόγους τούτους βουλομένῳ τῷ πλήθει λεγομένους, καί προσκρούοντα τοῖς πολεμοποιοῖς καί στρατιωτικοῖς ἑαυτόν, ἐφοβεῖτο τὴν κρίσιν, ἑταιρείαν δὲ καί δύναμιν φίλων καί οἰκείων ἔχων

p.558
ἀμύνουσαν περὶ αὑτὸν ἐστασίαζε. καί τοῦτʼ ἦν τοῦ πολέμου διατριβὴ καί μέλλησις τοῖς Σαβίνοις.

ταῦτʼ οὖν ὁ Ποπλικόλας οὐ μόνον εἰδέναι ποιούμενος ἔργον, ἀλλὰ καί κινεῖν καί συνεξορμᾶν τὴν στάσιν, εἶχεν ἄνδρας ἐπιτηδείους οἳ τῷ Κλαύσῳ διελέγοντο παρʼ αὑτοῦ τοιαῦτα, ὡς ὁ Ποπλικόλας ἄνδρα σε χρηστὸν ὄντα καί δίκαιον οὐδενὶ κακῷ δεῖν οἴεται τοὺς σεαυτοῦ πολίτας ἀμύνεσθαι, καίπερ ἀδικούμενον· εἰ δὲ βούλοιο σῴζων ἑαυτὸν μεταστῆναι καί φυγεῖν τοὺς μισοῦντας, ὑποδέξεταί σε δημοσίᾳ καί ἰδίᾳ τῆς τε σῆς ἀρετῆς ἀξίως καί τῆς Ῥωμαίων λαμπρότητος.

ταῦτα πολλάκις ἀνασκοποῦντι τῷ Κλαύσῳ βέλτιστα τῶν ἀναγκαίων ἐφαίνετο, καί τοὺς φίλους συμπαρακαλῶν, ἐκείνων τε πολλοὺς ὁμοίως συναναπειθ όντων, πεντακισχιλίους οἴκους ἀναστήσας μετὰ παίδων καί γυναικῶν, ὅπερ ἦν ἐν Σαβίνοις ἀθόρυβον μάλιστα καί βίου πρᾴου καί καθεστῶτος οἰκεῖον, εἰς Ῥώμην ἦγε, προειδότος τοῦ Ποπλικόλα καί δεχομένου φιλοφρόνως καί προθύμως ἐπὶ πᾶσι δικαίοις.