Publicola
Plutarch
Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
ἔφη δὲ τὸν φόβον τοῦ Πορσίνα νενικηκὼς ἡττᾶσθαι τῆς ἀρετῆς, καί χάριτι μηνύειν ἃ πρὸς ἀνάγκην οὐκ ἂν ἐξηγόρευσε. τριακόσιοι γὰρ Ῥωμαίων, ἔφη, τὴν αὐτὴν ἐμοὶ γνώμην ἔχοντες ἐν τῷ στρατοπέδῳ σου πλανῶνται καιρὸν ἐπιτηροῦντες· ἐγὼ δὲ κλήρῳ λαχὼν καί προεπιχειρήσας οὐκ ἄχθομαι τῇ τύχῃ, διαμαρτὼν ἀνδρὸς ἀγαθοῦ καί φίλου μᾶλλον ἢ πολεμίου
Ῥωμαίοις εἶναι πρέποντος ταῦθʼ ὁ Πορσίνας ἀκούσας ἐπίστευσε καί πρὸς τὰς διαλύσεις ἥδιον ἔσχεν, οὐ τοσοῦτό, μοι δοκεῖ, φόβῳ τῶν τριακοσίων, ὅσον ἀγασθεὶς καί θαυμάσας τὸ φρόνημα, καὶ τὴν ἀρετὴν τῶν Ῥωμαίων.
τοῦτον τὸν ἄνδρα Μούκιον ὁμοῦ τι πάντων καὶ Σκαιόλαν καλούντων Ἀθηνόδωρος ὁ Σάνδωνος ἐν τῷ πρὸς Ὀκταουίαν τὴν Καίσαρος ἀδελφὴν καὶ Ὀψίγονον ὠνομάσθαι φησίν.
ὁ μέντοι Ποπλικόλας αὐτός, οὐχ οὕτω πολέμιον ὄντα τὸν Πορσίναν βαρὺν ἡγούμενος ὡς ἄξιον πολλοῦ τῇ πόλει φίλον γενέσθαι καὶ σύμμαχον, οὐκ ἔφευγεν ἐπʼ αὐτοῦ δίκῃ κριθῆναι πρὸς Ταρκύνιον, ἀλλʼ ἐθάρρει καὶ προὐκαλεῖτο
δυσχεράνας καὶ καταγνοὺς ὁ Πορσίνας, ἅμα δὲ τὸν παιδὸς Ἄρροντος δεομένου καὶ σπουδάζοντος ὑπὲρ τῶν Ῥωμαίων, κατελύσατο τὸν πόλεμον ἐξισταμένοις ἧς ἀπετέμοντο τῆς Τυρρηνίδος χώρας καὶ τοὺς αἰχμαλώτους ἀποπέμπουσι, κομιζομένοις δὲ τοὺς αὐτομόλους, ἐπὶ τούτοις ὁμήρους ἔδωκαν ἐξ εὐπατριδῶν περιπορφύρους δέκα καὶ παρθένους τοσαύτας, ὧν ἦν καὶ Ποπλικόλα θυγάτηρ Οὐαλλερία.
πραττομένων δὲ τούτων τοῦ τε Πορσίνα πᾶσαν ἤδη τὴν πολεμικὴν ἀνεικότος παρασκευὴν διὰ πίστιν, αἱ παρθένοι τῶν Ῥωμαίων κατῆλθον ἐπὶ λουτρόν ἔνθα δὴ μηνοειδής τις ὄχθη περιβάλλουσα τὸν ποταμὸν ἡσυχίαν μάλιστα καὶ γαλήνην τοῦ κύματος παρεῖχεν. ὡς δʼ οὔτε