Numa

Plutarch

Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.

πυρὶ μὲν οὖν οὐκ ἔδοσαν τὸν νεκρὸν αὐτοῦ κωλύσαντος, ὡς λέγεται, δύο δὲ ποιησάμενοι λιθίνας σοροὺς ὑπὸ τὸ Ἰάνοκλον ἔθηκαν, τὴν μὲν ἑτέραν ἔχουσαν τὸ σῶμα, τὴν δὲ ἑτέραν τὰς ἱερὰς βίβλους ἃς ἐγράψατο μὲν αὐτός,

p.380
ὥσπερ οἱ τῶν Ἑλλήνων νομοθέται τοὺς κύρβεις, ἐκδιδάξας δὲ τοὺς ἱερεῖς ἔτι ζῶν τὰ γεγραμμένα καὶ πάντων ἕξιν τε καὶ γνώμην ἐνεργασάμενος αὐτοῖς, ἐκέλευσε συνταφῆναι μετὰ τοῦ σώματος, ὡς οὐ καλῶς ἐν ἀψύχοις γράμμασι φρουρουμένων τῶν ἀπορρήτων.

ᾧ λογισμῷ φασι μηδὲ τοὺς Πυθαγορικοὺς εἰς γραφὴν κατατίθεσθαι τὰ συντάγματα, μνήμην δὲ καὶ παίδευσιν αὐτῶν ἄγραφον ἐμποιεῖν τοῖς ἀξίοις. καὶ τῆς γε περὶ τὰς ἀπόρους καὶ ἀρρήτους λεγομένας ἐν γεωμετρίᾳ μεθόδους πραγματείας πρός τινα τῶν ἀναξίων ἐκδοθείσης, ἔφασαν ἐπισημαίνειν τὸ δαιμόνιον μεγάλῳ τινὶ καὶ κοινῷ κακῷ τὴν γεγενημένην παρανομίαν καὶ ἀσέβειαν ἐπεξερχόμενον.

ὥστε συγγνώμην ἔχειν πολλὴν τοῖς εἰς τὸ αὐτὸ Πυθαγόρᾳ Νομᾶν φιλοτιμουμένοις συνάγειν ἐπὶ τοσαύταις ὁμοιότησιν.

οἱ δὲ περὶ Ἀντίαν ἱστοροῦσι δώδεκα μὲν εἶναι βίβλους ἱεροφαντικάς, δώδεκα δὲ ἄλλας Ἑλληνικὰς φιλοσόφους τὰς εἰς τὴν σορὸν συντεθείσας. τετρακοσίων δέ που διαγενομένων ἐτῶν ὕπατοι μὲν ἦσαν Πόπλιος Κορνήλιος καὶ Μάρκος Βαίβιος· ὄμβρων δὲ μεγάλων ἐπιπεσόντων καὶ χώματος περιρραγέντος ἐξέωσε σε τὰς σοροὺς τὸ ῥεῦμα·