Fragmenta
Euripides
Euripides. Fragmenta. Tragicorum Graecorum Fragmenta. Nauck, August, editor. Leipzig: Teubner, 1889.
- ὦ παῖ Κρέοντος, ὡς ἀληθὲς ἦν ἄρα,
- ἐσθλῶν ἀπ’ ἀνδρῶν ἐσθλὰ γίγνεσθαι τέκνα,
- κακῶν δ’ ὅμοια τῇ φύσει τῇ τοῦ πατρός.
- ὁρᾶτε τὸν τύραννον ὡς ἄπαις γέρων
- φεύγει· φρονεῖν δὲ θνητὸν ὄντ’ οὐ χρὴ μέγα.
- ἀπαιώνιστον
- γυναῖκα καὶ ὠφελίαν
- καὶ νόσον ἀνδρὶ φέρειν
- μεγίσταν ἐδίδαξα τὠμῷ λόγῳ.
- βροτοῖς τὰ μείζω τῶν μέσων τίκτει νόσους·
- θεῶν δὲ θνητοὺς κόσμον οὐ πρέπει φέρειν.
- φεῦ 〈φεῦ〉, τὰ μεγάλα μεγάλα καὶ πάσχει κακά.
- ταπεινὰ γὰρ χρὴ τοὺς κακῶς πεπραγότας
- λέγειν, ἐς ὄγκον δ’ οὐκ ἄνω βλέπειν τύχης.
- τὰ τῶν τεκόντων ὡς μετέρχεται θεὸς
- μιάσματα
- εἰ τοῦ τεκόντος οὐδὲν ἐντρέπῃ πατρός
- ἢ τί πλέον εἶναι παῖδας ἀνθρώποις, πάτερ,
- εἰ μὴ ἐπὶ τοῖς δεινοῖσιν ὠφελήσομεν;
- μέτεστι τοῖς δούλοισι δεσποτῶν νόσου.
- ὅστις δὲ δούλῳ φωτὶ πιστεύει βροτῶν,
- πολλὴν παρ’ ἡμῖν μωρίαν ὀφλισκάνει.
- γυναῖκες, ὁρμήθητε μηδ’ ἀθυμία
- σχέθῃ τις ὑμᾶς· ταῦτα γὰρ σκεθρῶς ὁρᾶν
- ἡμᾶς ἀνάγκη τοὺς νομίζοντας τέχνην
- πολὺς δ’ ἀνεῖρπε κισσὸς εὐφυὴς κλάδος,
- ἀηδόνων μουσεῖον