Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- γυναῖκες, ἁνὴρ ἐς βόλον καθίσταται,
- ἥξει δὲ βάκχας, οὗ θανὼν δώσει δίκην.
- Διόνυσε, νῦν σὸν ἔργον· οὐ γὰρ εἶ πρόσω·
- τεισώμεθʼ αὐτόν. πρῶτα δʼ ἔκστησον φρενῶν,
- ἐνεὶς ἐλαφρὰν λύσσαν· ὡς φρονῶν μὲν εὖ
- οὐ μὴ θελήσῃ θῆλυν ἐνδῦναι στολήν,
- ἔξω δʼ ἐλαύνων τοῦ φρονεῖν ἐνδύσεται.
- χρῄζω δέ νιν γέλωτα Θηβαίοις ὀφλεῖν