Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅμως δʼ ἴδοις ἂν ἡδέως ἅ σοι πικρά;
Πενθεύς
  1. σάφʼ ἴσθι, σιγῇ γʼ ὑπʼ ἐλάταις καθήμενος.
Διόνυσος
  1. ἀλλʼ ἐξιχνεύσουσίν σε, κἂν ἔλθῃς λάθρᾳ.
Πενθεύς
  1. ἀλλʼ ἐμφανῶς· καλῶς γὰρ ἐξεῖπας τάδε.
Διόνυσος
  1. ἄγωμεν οὖν σε κἀπιχειρήσεις ὁδῷ;
Πενθεύς
  1. ἄγʼ ὡς τάχιστα, τοῦ χρόνου δέ σοι φθονῶ.
Διόνυσος
  1. στεῖλαί νυν ἀμφὶ χρωτὶ βυσσίνους πέπλους.
Πενθεύς
  1. τί δὴ τόδʼ; ἐς γυναῖκας ἐξ ἀνδρὸς τελῶ;