Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- νίψαντο δʼ αἷμα, σταγόνα δʼ ἐκ παρηίδων
- γλώσσῃ δράκοντες ἐξεφαίδρυνον χροός.
- τὸν δαίμονʼ οὖν τόνδʼ ὅστις ἔστʼ, ὦ δέσποτα,
- δέχου πόλει τῇδʼ· ὡς τά τʼ ἄλλʼ ἐστὶν μέγας,
- κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω,
- τὴν παυσίλυπον ἄμπελον δοῦναι βροτοῖς.
- οἴνου δὲ μηκέτʼ ὄντος οὐκ ἔστιν Κύπρις
- οὐδʼ ἄλλο τερπνὸν οὐδὲν ἀνθρώποις ἔτι.