Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ῥᾳδίως γὰρ αὐτὸν οἴσω, κἂν πνέων ἔλθῃ μέγα.
  2. πρὸς σοφοῦ γὰρ ἀνδρὸς ἀσκεῖν σώφρονʼ εὐοργησίαν.
Πενθεύς
  1. πέπονθα δεινά· διαπέφευγέ μʼ ὁ ξένος,
  2. ὃς ἄρτι δεσμοῖς ἦν κατηναγκασμένος.
  3. ἔα ἔα·
  4. ὅδʼ ἐστὶν ἁνήρ· τί τάδε; πῶς προνώπιος
  5. φαίνῃ πρὸς οἴκοις τοῖς ἐμοῖς, ἔξω βεβώς;
Διόνυσος
  1. στῆσον πόδʼ, ὀργῇ δʼ ὑπόθες ἥσυχον πόδα.