Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- θίασος ἐμός, γυναῖκες, ἃς ἐκ βαρβάρων
- ἐκόμισα παρέδρους καὶ ξυνεμπόρους ἐμοί,
- αἴρεσθε τἀπιχώριʼ ἐν πόλει Φρυγῶν
- τύμπανα, Ῥέας τε μητρὸς ἐμά θʼ εὑρήματα,
- βασίλειά τʼ ἀμφὶ δώματʼ ἐλθοῦσαι τάδε
- κτυπεῖτε Πενθέως, ὡς ὁρᾷ Κάδμου πόλις.
- ἐγὼ δὲ βάκχαις, ἐς Κιθαιρῶνος πτυχὰς
- ἐλθὼν ἵνʼ εἰσί, συμμετασχήσω χορῶν.