Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὅταν γε καλέσῃς αὐτὸν ἐν βάκχαις σταθείς.
Διόνυσος
  1. καὶ νῦν ἃ πάσχω πλησίον παρὼν ὁρᾷ.
Πενθεύς
  1. καὶ ποῦ ʼστιν; οὐ γὰρ φανερὸς ὄμμασίν γʼ ἐμοῖς.
Διόνυσος
  1. παρʼ ἐμοί· σὺ δʼ ἀσεβὴς αὐτὸς ὢν οὐκ εἰσορᾷς.
Πενθεύς
  1. λάζυσθε· καταφρονεῖ με καὶ Θήβας ὅδε.
Διόνυσος
  1. αὐδῶ με μὴ δεῖν σωφρονῶν οὐ σώφροσιν.
Πενθεύς
  1. ἐγὼ δὲ δεῖν γε, κυριώτερος σέθεν.
Διόνυσος
  1. οὐκ οἶσθʼ ὅ τι ζῇς, οὐδʼ ὃ δρᾷς, οὐδʼ ὅστις εἶ.