Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἀνωλόλυξα, νεβρίδʼ ἐξάψας χροὸς
- θύρσον τε δοὺς ἐς χεῖρα, κίσσινον βέλος·
- ἐπεί μʼ ἀδελφαὶ μητρός, ἃς ἥκιστα χρῆν,
- Διόνυσον οὐκ ἔφασκον ἐκφῦναι Διός,
- Σεμέλην δὲ νυμφευθεῖσαν ἐκ θνητοῦ τινος
- ἐς Ζῆνʼ ἀναφέρειν τὴν ἁμαρτίαν λέχους,
- Κάδμου σοφίσμαθʼ, ὧν νιν οὕνεκα κτανεῖν
- Ζῆνʼ ἐξεκαυχῶνθʼ, ὅτι γάμους ἐψεύσατο.