Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μεγάλα μεγάλα καὶ
  2. φανερὰ τᾷδʼ ἄγρᾳ κατειργασμένα.
Χορός
  1. δεῖξόν νυν, ὦ τάλαινα, σὴν νικηφόρον
  2. ἀστοῖσιν ἄγραν ἣν φέρουσʼ ἐλήλυθας.
Ἀγαύη
  1. ὦ καλλίπυργον ἄστυ Θηβαίας χθονὸς
  2. ναίοντες, ἔλθεθʼ ὡς ἴδητε τήνδʼ ἄγραν,
  3. Κάδμου θυγατέρες θηρὸς ἣν ἠγρεύσαμεν,
  4. οὐκ ἀγκυλητοῖς Θεσσαλῶν στοχάσμασιν,