Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐπεῖχε βακχῶν· ἦν δὲ πᾶσʼ ὁμοῦ βοή,
  2. ὃ μὲν στενάζων ὅσον ἐτύγχανʼ ἐμπνέων,
  3. αἳ δʼ ἠλάλαζον. ἔφερε δʼ ἣ μὲν ὠλένην,
  4. ἣ δʼ ἴχνος αὐταῖς ἀρβύλαις· γυμνοῦντο δὲ
  5. πλευραὶ σπαραγμοῖς· πᾶσα δʼ ᾑματωμένη
  6. χεῖρας διεσφαίριζε σάρκα Πενθέως.
  7. κεῖται δὲ χωρὶς σῶμα, τὸ μὲν ὑπὸ στύφλοις
  8. πέτραις, τὸ δʼ ὕλης ἐν βαθυξύλῳ φόβῃ,