Bacchae

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. χρηστοῖσι δούλοις συμφορὰ τὰ δεσποτῶν.
Χορός
  1. τί δʼ ἔστιν; ἐκ βακχῶν τι μηνύεις νέον;
Ἄγγελος
  1. Πενθεὺς ὄλωλεν, παῖς Ἐχίονος πατρός.
Χορός
  1. ὦναξ Βρόμιε, θεὸς φαίνῃ μέγας.
Ἄγγελος
  1. πῶς φῄς; τί τοῦτʼ ἔλεξας; ἦ ʼπὶ τοῖς ἐμοῖς
  2. χαίρεις κακῶς πράσσουσι δεσπόταις, γύναι;
Χορός
  1. εὐάζω ξένα μέλεσι βαρβάροις·
  2. οὐκέτι γὰρ δεσμῶν ὑπὸ φόβῳ πτήσσω.