Bacchae
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- [*](τὰ τοῦ δράματος πρόσωπαΔιόνυσοςΧορόςΤειρεσίαςΚάδμοςΠενθεύςΘεράπωνἌγγελοςἝτερος ἌγγελοςἈγαύη)
Διόνυσος - ἥκω Διὸς παῖς τήνδε Θηβαίων χθόνα
- Διόνυσος, ὃν τίκτει ποθʼ ἡ Κάδμου κόρη
- Σεμέλη λοχευθεῖσʼ ἀστραπηφόρῳ πυρί·
- μορφὴν δʼ ἀμείψας ἐκ θεοῦ βροτησίαν
- πάρειμι Δίρκης νάματʼ Ἰσμηνοῦ θʼ ὕδωρ.
- ὁρῶ δὲ μητρὸς μνῆμα τῆς κεραυνίας
- τόδʼ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια