Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. κέρασιν ἐν ἀψύχοις ἀχεῖ
  2. μουσᾶν ὕμνους εὐαχήτους,
  3. σοὶ μομφάν, ὦ Λατοῦς παῖ,
  4. πρὸς τάνδʼ αὐγὰν αὐδάσω.
  5. ἦλθές μοι χρυσῷ χαίταν
  6. μαρμαίρων, εὖτʼ ἐς κόλπους
  7. κρόκεα πέταλα φάρεσιν ἔδρεπον,
  8. ἀνθίζειν χρυσανταυγῆ·
  9. λευκοῖς δʼ ἐμφὺς καρποῖσιν
  10. χειρῶν εἰς ἄντρου κοίτας
  11. κραυγὰν Ὦ μᾶτέρ μʼ αὐδῶσαν