Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- δοῦλον πέπαται κοὐκ ἔχει παρρησίαν.
- ὁρῶ δάκρυα καὶ πενθίμους
- ἀλαλαγὰς στεναγμάτων τʼ ἐσβολάς,
- ὅταν ἐμὰ τύραννος εὐπαιδίαν
- πόσιν ἔχοντʼ εἰδῇ,
- αὐτὴ δʼ ἄπαις ᾖ καὶ λελειμμένη τέκνων.
- τίνʼ, ὦ παῖ πρόμαντι Λατοῦς, ἔχρη-
- σας ὑμνῳδίαν;
- πόθεν ὁ παῖς ὅδʼ ἀμφὶ ναοὺς σέθεν
- τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
- οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον.