Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. θῦσαί θʼ ἅ σου πρὶν γενέθλιʼ οὐκ ἐθύσαμεν.
  2. καὶ νῦν μὲν ὡς δὴ ξένον ἄγων σʼ ἐφέστιον
  3. δείπνοισι τέρψω, τῆς δʼ Ἀθηναίων χθονὸς
  4. ἄξω θεατὴν δῆθεν, ὡς οὐκ ὄντʼ ἐμόν.
  5. καὶ γὰρ γυναῖκα τὴν ἐμὴν οὐ βούλομαι
  6. λυπεῖν ἄτεκνον οὖσαν αὐτὸς εὐτυχῶν.
  7. χρόνῳ δὲ καιρὸν λαμβάνων προσάξομαι
  8. δάμαρτʼ ἐᾶν σε σκῆπτρα τἄμʼ ἔχειν χθονός.
  9. Ἴωνα δʼ ὀνομάζω σε τῇ τύχῃ πρέπον,
  10. ὁθούνεκʼ ἀδύτων ἐξιόντι μοι θεοῦ
  11. ἴχνος συνῆψας πρῶτος. ἀλλὰ τῶν φίλων