Ion

Euripides

Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)

  1. ἔμφρονʼ ἢ κάτοινον ὄντα;
Ξοῦθος
  1. Βακχίου πρὸς ἡδοναῖς.
Ἴων
  1. τοῦτʼ ἐκεῖνʼ ἵνʼ ἐσπάρημεν.
Ξοῦθος
  1. ὁ πότμος ἐξηῦρεν, τέκνον.
Ἴων
  1. πῶς δʼ ἀφικόμεσθα ναούς;
Ξοῦθος
  1. ἔκβολον κόρης ἴσως.
Ἴων
  1. ἐκπεφεύγαμεν τὸ δοῦλον.
Ξοῦθος
  1. πατέρα νυν δέχου, τέκνον.
Ἴων
  1. τῷ θεῷ γοῦν οὐκ ἀπιστεῖν εἰκός.
Ξοῦθος
  1. εὖ φρονεῖς ἄρα.
Ἴων
  1. καὶ τί βουλόμεσθά γʼ ἄλλο —