Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- παῖδʼ ἐμὸν πεφυκέναι.
- σὸν γεγῶτʼ, ἢ δῶρον ἄλλως;
- δῶρον, ὄντα δʼ ἐξ ἐμοῦ.
- πρῶτα δῆτʼ ἐμοὶ ξυνάπτεις πόδα σόν;
- οὐκ ἄλλῳ, τέκνον.
- ἡ τύχη πόθεν ποθʼ ἥκει;
- δύο μίαν θαυμάζομεν.
- ἔα. τίνος δέ σοι πέφυκα μητρός;
- οὐκ ἔχω φράσαι.
- οὐδὲ Φοῖβος εἶπε;
- τερφθεὶς τοῦτο, κεῖνʼ οὐκ ἠρόμην.