Ion
Euripides
Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- πατρίοισι νεάνιδες ἧβαι,
- διαδέκτορα πλοῦτον
- ὡς ἕξοντες ἐκ πατέρων
- ἑτέροις ἐπὶ τέκνοις.
- ἀλκά τε γὰρ ἐν κακοῖς
- σύν τʼ εὐτυχίαις φίλον,
- δορί τε γᾷ πατρίᾳ φέρει
- σωτήριον ἀλκάν.
- ἐμοὶ μὲν πλούτου τε πάρος
- βασιλικῶν τʼ εἶεν θαλάμων
- τροφαὶ κήδειοι κεδνῶν γε τέκνων.